Παρακλητικός Κανόνας στον Ιερομάρτυρα Διονύσιο, προστάτη της Δικαιοσύνης!

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ  ΙΕΡΟΜΑΡΤΥΡΑ ΔΙΟΝΥΣΙΟΝ

ΤΟΝ ΑΡΕΟΠΑΓΙΤΗΝ

 

῾Η μνήμη αὐτοῦ τελεῖται τῇ 3ῃ ᾿Οκτωβρίου

 

Ψαλλόμενος πρός φωτισμόν ὑπό τῶν Δικαστῶν καί πάντων τῶν ἐπιτελούντων ἔργον ἐν τῇ Δικαιοσύνῃ.-

 

Ποίημα: Γεωργίου ᾿Αποστολάκη, τοῦ ἀπό δικαστῶν.

   

            Εὐλογήσαντος τοῦ ῾Ιερέως τό «Κύριε εἰσάκουσον», μεθ’ ὅ τό  «Θεός Κύριος», ὡς συνήθως καί τό ἑξῆς.

 

῏Ηχος δ! ῾Ο ὑψωθείς ἐν τῷ Σταυρῷ.

Τ

όν ῾Ιεράρχην ᾿Αθηνῶν καί προστάτην, Δικαιοσύνης Διονύσιον θεῖον, συμφώνως εὐφημήσωμεν πιστοί δικαστῶν, κράζοντες·  βοήθησον ἐκτελεῖν ἡμῶν ἔργον, δι’ εὐχῶν σου Ἅγιε ὁ ᾿Αρείῳ τῷ Πάγῳ, διακονήσας δίκαιον καλῶς, καί νουνεχῶς ὦ ἰσάγγελε ἄνθρωπε!

Δόξα. Τό αὐτό.

Καί νῦν. Θεοτοκίον.

Ο

ὐ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μή γάρ σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;  Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ   σοῦ· σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν Ψαλμός καί ὁ Κανών.

Ὠδή α! ῏Ηχος πλ.δ! ῾Υγράν διοδεύσας.

Π

αράσχου βοήθειαν δικασταῖς, θεόληπτε πάτερ, ἐν τῷ ἔργῳ τῷ ἱερῷ, καί φώτισον πάντων διανοίας, ἵνα δικαίαν τήν κρίσιν ἐκφέρωσιν.

 

πόδειξον λύσεις εἰρηνικάς, τοῖς ἐν δίκαις οὖσι, Διονύσιε θαυμαστέ,  καί εὔρυνον νόας δικαζόντων, ὥστε ἀεί ἀληθείας ἐφίεσθαι.

 

Λ

ειτούργημα ἔχουσιν ἱερόν, τῆς Δικαιοσύνης, ἐπικούρησον νοητῶς, καί δίδαξον λύσεις ζητημάτων, τῶν προκυπτόντων ἐν δίκαις ἑκάστοτε.

 

Θεοτοκίον

Ν

εφέλῃ προσῆλθέν Σοι ὁ σεπτός, ἡμῶν ὁ προστάτης, Διονύσιος Μαριάμ, καί κατηξιώθη σε κηδεῦσαι, σύν ᾿Αποστόλοις ὑμνῶν τό σόν σκήνωμα.-

 

Ὠδή γ!  Οὐρανίας ἁψῖδος.

ν ᾿Αρείου τοῦ Πάγου, τῷ φοβερῷ βήματι, ἔκρινας δικαίαν τήν κρίσιν, ἀπροσωπόληπτον· διό βοῶμεν Σοφέ, διά συντόνων εὐχῶν σου, ἐπιγνῶναι πρόσωπον[1], πάντας ἀπότρεψον.

 

θηνῶν πολιοῦχος, καί πρεσβευτής ἕτοιμος, καί τῶν δικαστῶν ὁ προστάτης, γέγοντας πάμφωτε· ὅθεν βοήθει ἡμῖν, εὐθυκρισίᾳ δικάζειν, ἰσχυρόν καί πένητα, δίχα προκρίματος.-

 

 ἑσμός δικαζόντων, σέ προσφωνεῖ πρόεδρον, καί τήν ἀρωγήν σου αἰτεῖται, ὦ Διονύσιε, ὅπως σοφίᾳ Θεοῦ, δικαιοσύνην διδοῖεν, οἰκτιρμούς[2] ποιούμενοι, πάσῃ ἁπλότητι.

 

Θεοτοκίον.

Θ

εοτόκε Παρθένε, πρός σέ ταχύ ἔδραμε, ποθῶν προσκυνῆσαι σούς πόδας, ὁ Διονύσιος, σωματικῶς δέ ἐλθών, ἐν τῇ ῾Αγίᾳ τῇ πόλει, κάλλος σόν τό  ἄρρητον, φρίττων ἐθαύμασεν.

 

Π

ροφύλαξον, ἀπό σφαλμάτων τά τέκνα σου Θεοφόρε, ὅτι πάντες οἱ δικασταί πρός σέ καταφεύγουσι, ζητοῦντες τήν χάριν καί φωτισμόν σου.

 

᾿Ε

πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

 

Αἴτησις καί τό Κάθισμα.

῏Ηχος β! Πρεσβεία θερμή.

Τ

ό βῆμα ᾿Αρείου τοῦ Πάγου ὡς κατέλιπες, εἰς βῆμα Ναοῦ προσῆλθες ῾Ιερώτατε, κριτῶν δέ τήν τήβεννον, ἱεροῖς ἀμφίοις ἀντήλλαξας, καί λειτουργός τοῦ ῾Υψίστου γεγονώς, λαόν  ᾿Αθηναίων καθωδήγησας.-

 

Ὠδή δ!  Εἰσακήκοα Κύριε.

Δ

ιονύσιε ἄριστε, δῶρα μή λαμβάνειν ἡμᾶς νουθέτησον· πῦρ γάρ καύσει τά οἰκήματα, τῶν δωροδεκτῶν κράζει ὁ δίκαιος.[3]

 

ς ἄν δῶρα δεχόμενος, τήν ψυχήν ἀθώου πατάσσῃ Ἅγιε, ἐσαεί ἐπικατάρατος, ἔσται ὡς σαφῶς ἐν Νόμῳ[4]  γέγραπται.

 

Α

ὐγασθείς Θείᾳ Χάριτι, τάς τῶν δικαζόντων ψυχάς καταύγασον, τῶν ὑμνούντων σε ἐν ᾄσμασι, καί ἐξαιτουμένων σήν ἀντίληψιν.

 

Θεοτοκίον.

Δ

ικαστῶν διακόνημα, Δέσποινα εὐλόγησον πρός εὐόδωσιν· παρρησίαν γάρ σύ κέκτησαι, Θεοῦ θρόνος οὖσα ἐπουράνιος.

 

Ὠδή ε! Φώτισον ἡμᾶς.

Δ

ώρησον ἡμῖν, καί τοῖς οἴκοις τῶν τιμώντων σε, τήν ὑγείαν καί παθῶν ἀπαλλαγήν, Διονύσιε τοῦ Παύλου τό ἁλίευμα.

 

χει δικαστῶν, ἡ ὁμήγυρίς σε φύλακα, περιτείχισμά τε οἴκων ἀσφαλές· ὅθεν φρούρησον καί δίωξον τόν κίνδυνον.

 

ασαι ταχύ, ἀσθενοῦντα καί τρυχόμενον, δικαστήν καί δικηγόρον ῾Ιερέ, ὡς καί πάντα συνεργοῦντα εἰς τό δίκαιον.

 

Θεοτοκίον.

μπνευσον ἡμῶν, ταῖς ψυχαῖς πνεῦμα φιλάδελφον, προσηνεῖς ὁ εἷς τῷ ἄλλῳ ἐν Χριστῷ, ἵνα ὦμεν  ἀληθῶς Θεογεννήτρια.

 

Ὠδή στ! Την δέησιν.

ξίωσον δικαστάς μακάριε, ᾿Ορθοδόξων ᾿Εκκλησίαν στηρίζειν, ὅτι Τριάδι ῾Αγίᾳ τό Γένος, ἐν τοῖς αἰῶσι ἀλώβητον ἵσταται· διό τό Σύνταγμα ἡμῶν, ἐν ὀνόματι ταύτης ἐψήφισται.

 

Ε

ὐλάβειαν εἰς πατρῷα δόγματα, ῾Ιερᾶς τε Παραδόσεως ὅρους, καί προσευχῆς τόν θεάρεστον πόθον, ἡμῖν ἐμφύτευσον πάτερ δεόμεθα, στερράν δέ πίστιν εἰς Χριστόν, μαρτυρίῳ σου πάντας ἐκδίδαξον.

 

Α

ἱρέσεων τούς πλοκάμους μάκρυνον, ἀφ’ ἡμῶν ἐξαιτουμένων σήν χάριν, καί ἐπηρείας κακοῦ καί μαγείας, πάντα προφύλαξον τάχος τά τέκνα σου, ὡς παρρησίαν πρός Θεόν, κεκτημένος διά τῆς ἀθλήσεως.-

 

Θεοτοκίον.

σκότισται οὐρανός καί ἥλιος, καί ἐρρίγησεν ἡ γῆ τῇ Σταυρώσει, τοῦ σοῦ Υἱοῦ καί Θεοῦ μου Παρθένε· καί ἐν Αἰγύπτῳ φωνεῖ Διονύσιος, «Θεός νῦν πάσχει ἤ τό πᾶν, ἀδελφοί μου ἀπόλλυται σήμερον».

 

Π

ροφύλαξον, ἀπό σφαλμάτων τά τέκνα σου Θεοφόρε, ὅτι πάντες οἱ δικασταί πρός σέ καταφεύγουσι, ζητοῦντες τήν χάριν καί φωτισμόν σου.

 

χραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

 

Αἴτησις καί τό Κοντάκιον.

῏Ηχος β!  Προστασία τῶν Χριστιανῶν.

ς προστάτην τῆς Δικαιοσύνης σοφώτατον, καί καλλώπισμα τῶν  δικαστῶν πολυτίμητον, σέ κεκτήμεθα Διονύσιον τόν θαυμαστόν· διό πρόφθασον ὡς ἀρωγός, εἰς τήν ἐνίσχυσιν ἡμῶν, τῶν δεόντως καλούντων σε. Φώτισον τά σά τέκνα, ἐξάγειν δικαίας κρίσεις, καί εἰρηνεύειν λογισμόν ἀντιδίκων, Διονύσιε.

Προκείμενον.

Οἱ ἱερεῖς Σου Κύριε ἐνδύσονται δικαιοσύνην…                                                     Στίχος. Τίμιος ἐναντίον Κυρίου…

Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον. (Κεφ. Ι. 1-9)

Τῷ καιρῷ ἐκείνῳ, προσκαλεσάμενος ὁ ᾿Ιησοῦς τούς δώδεκα…

Δόξα.

Ταῖς τοῦ ῾Ιεράρχου πρεβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καί νῦν.

Ταῖς τῆς Θεοτόκου πρεβείαις, ᾿Ελεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχος. ᾿Ελεῆμον, ἐλέησόν με ὁ Θεός…..

Προσόμοιον.  ῏Ηχος πλ. β! Ὅλην ἀποθέμενοι.

Γ

όνος εὐκλεέστατος, καί ἐγκρατής τῆς σοφίας, καί Πνυκός τῷ βήματι, δικαστής πανάξιος, ἦσθα Ἅγιε, πλήν ὡς ἀκήκοας, Παύλου τό κήρυγμα, βαπτισθῆναι πρῶτος ἔσπευσας· ὅθεν καί γέγονας, ποιμήν ἐκκλησίας ᾿Αθήνησι, Παρθένον τε Πανάμωμον, σώματι ἰδεῖν κατηξίωσαι, βίον δέ σφραγίσας, σεπτῶς τῷ μαρτυρίῳ ἐν πυρᾷ, διπλοῦν τό στέφος παρέλαβες, τοῦ ῾Ιερομάρτυρος.-

 

Σῶσον ὁ Θεός τόν λαόν Σου…

 

Ὠδή ζ!  Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

Τ

απεινοί τῇ καρδίᾳ, προσηνεῖς τε τοῖς τρόποις, παντί γενώμεθα, δεικνύοντες τῷ κόσμῳ, ἐπιεικείας πνεῦμα, ὁ Προφήτης[5] γάρ κράζει σοι· ἐλέει καί οἰκτιρμῶ, ποιήσωμεν τήν κρίσιν.

 

Δ

ιονύσιε πάτερ, δικαζόντων χορείᾳ, σαφές κατάστησον· διάκονοι[6] Δεσπότου, εἰσίν ἐν ἐξουσίᾳ, ἀπονέμοντες δίκαιον. Οὐκ ἐξουσία ἐστί, εἰ μή ὑπό Κυρίου.[7]

 

Δ

ιακρίσεως δῶρον, Διονύσιε θεῖε, ἡμῖν χορήγησον, φωτίζων ἐν ἑκάστῃ, ἰδίᾳ περιπτώσει, τήν τομήν τήν προσήκουσαν· οἰκονομεῖν γάρ σοφόν, οὐχί τ’ ἀκραίως κρίνειν.

 

Θεοτοκίον.

Θ

εονύμφευτε Κόρη, Παναγία Παρθένε, πιστῶν τό καύχημα, εὐλόγησον σούς δούλους, καί ἔμπλησον σοφίας, ἀρετῆς καί συνέσεως, Διονυσίῳ σεπτῷ, ὅπως ὁμοιωθῶμεν.

 

Ὠδή η!  Τόν Βασιλέα.

οργησίας, τήν ἀρετήν ἡμῖν πᾶσι, Διονύσιε πάτερ παράσχου, ἥν Ἀρείῳ Πάγῳ, ἐδείκνυες δικάζων.

 

Μ

ακροθυμίαν, ὑπομονήν τε ἐν πᾶσι, ἐπιδείξωμεν τῇ ἀκροάσει, τῶν προσερχομένων, ἐνώπιον τῆς ἕδρας.

 

παντας ῥῦσαι, τῆς ἐμπαθείας ὦ πάτερ, Διονύσιε ὡς παραστάτης, τῶν διακονούντων, ἐν τῇ δικαιοσύνῃ.

 

Θεοτοκίον.

ν ὁμονοίᾳ, καί ἁρμονίᾳ διάγειν, καταξίωσον πάντας Παρθένε, Μῆτερ τοῦ ῾Υψίστου, ἡ Κεχαριτωμένη.-

 

Ὠδή θ!  Κυρίως Θεοτόκον.

Σ

τερέωσον τήν πίστιν, ἡμῶν ἥν μαρτυρίῳ, ἔδειξας πᾶσι λαμπρέ Διονύσιε, προσενεχθείς τῷ Σωτῆρι ὡς ὁλοκάρπωμα.

 

Μ

ιμούμενοί σε πάτερ, τόν ἀναλωθέντα, ἐν τῷ πυρί ἑκουσίως τῷ Πλάστῃ σου, διακονεῖν τῷ πλησίον ἐκδαπανώμεθα.

 

Σ

ύ ἔφορος ὡρίσθης, προστάτης τε ἁπάσης, τῶν δικαστῶν τῆς χορείας πανάριστε· ὅθεν ἡμῶν τάς οἰκίας καλῶς προφύλαξον.

 

Θεοτοκίον.

Τ

ῷ λάτρει τοῦ Υἱοῦ Σου, ᾿Αρεοπαγίτῃ, Διονυσίῳ σεπτῷ Μῆτερ Πάναγνε, τήν προσευχήν ἡμῶν ταύτην καί Σύ εὐλόγησον.-

 

῎Αξιόν ἐστι ….  καί τά παρόντα Μεγαλυνάρια.

         

Δ

εῦτε ἡ ὁμήγυρις δικαστῶν, καί τῶν δικηγόρων, νομικῶν τε συνδυασμός, τοῦ Διονυσίου, τιμήσωμεν τήν μνήμην, ὡς ὄντος τοῦ Προέδρου, ἡμῶν συνάξεως.

 

Χ

αίροις Διονύσιε θαυμαστέ, ᾿Αρεοπαγίτα, δικαζόντων ὁ θησαυρός. Χαίροις διανοίᾳ, ὁ πλατυνθείς καί γράψας, συγγράματα σπουδαῖα, θείαις ἐμπνεύσεσι.-

 

Ζ

ῆλόν σοι ὑπήναψεν θεϊκόν, κήρυγμα τοῦ Παύλου, ἔρωτά τε πρός τόν Χριστόν· ὅθεν μαρτυρίου, τήν φλόγα προσεδέχθης, ὡς δρόσον τῆς πρωΐας, χάριν τοῦ Κτίσαντος.-

 

(Ποίημα ᾿Απ. Βαλληνδρᾶ)

Π

ρῶτος ᾿Αθηναίων ᾿Αρχιερεύς, πρῶτός τε καί μάρτυς, γεγονέναι ἀξιωθείς, ὑπέρ ἡμῶν ἁπάντων, ποιοῦ σήν ἱκεσίαν, Θεῷ θερμαῖς λιταῖς σου, ὦ Διονύσιε.

 

Π

ᾶσαι τῶν ᾿Αγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, ᾿Αποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι οἱ Πάντες, μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἡμᾶς.-

 

Τό Τρισάγιον καί τό ᾿Απολυτίκιον.

῏Ηχος γ! Θείας Πίστεως  (Ποίημα ᾿Α. Βαλληνδρᾶ)

Χ

αίρει ἔχουσα ᾿Αθηνῶν πόλις, ἀντιλήπτορα καί πολιοῦχον, τόν πρωτεπίσκοπον αὐτῆς Διονύσιον, ᾿Αρχιερέων λαμπρόν ἐγκαλλώπισμα, καί τῶν μαρτύρων σεμνόν ἐπικόσμημα. ἀξιάγαστε Χριστόν τόν Θεόν ἱκέτευε, τηρεῖν ἡμᾶς καί πόλιν σου ἀπείραστον.

 

᾿Εκτενής καί ᾿Απόλυσις, μεθ’ ἥν ψάλλομεν τό ἑξῆς.

 

῏Ηχος β! Ὅτε ἐκ τοῦ ξύλου

(Ποίημα ᾿Αποστόλου Βαλληνδρᾶ)

Δ

εῦτε ᾿Αθηναίων οἰκισταί, καί τῶν Δικαστῶν αἱ χορεῖαι, ἀνευφημήσωμεν νῦν, θεῖον Διονύσιον, ἱερομάρτυρα, ὅτι πρῶτος συνέλαβε, τό κήρυγμα Παύλου, πίστιν τ’ ἀπεδέξατο τῆς ᾿Αναστάσεως. Πρῶτος δέ γεγονώς ἀρχιθύτης, ἐν τῇ ᾿Αθηνῶν Πολιτείᾳ, πρῶτος καί μαρτύριον ἐδέξατο.

 

Ὅμοιον (τοῦ ἰδίου)

τε διηκόνεις νουνεχῶς, ἐν ᾿Αρείῳ τῷ Πάγῳ Δικαίῳ, ἐν ταῖς ᾿Αθήναις σοφέ, Παῦλος ὁ ᾿Απόστολος, σαφῶς ἐκήρυξεν, τοῦ Χριστοῦ τήν ᾿Ανάστασιν, καί τήν παρουσίαν, ἐν ᾗ μέλλει κρίνεσθαι ἡ οἰκουμένη ποτέ. Τότε ἐκολλήθης τῷ Παύλῳ, ὅτι σή καρδία ἐφλέγη, γνώσεσθαι αὐτίκα τήν ἀλήθειαν.

 

Δέσποινα, πρόσδεξαι …

Τήν πᾶσαν ἐλπίδα μου …

Δι’ εὐχῶν τῶν ἁγίων …….

 

 

 

ΤΕΛΟΣ

ΚΑΙ  ΤΩ  ΘΕΩ

ΔΟΞΑ

 

Δίστιχον

Διονύσιε  φύλαττε δικαστήν Γεώργιον

ὡς ἐν κρίσει μή τρέμοιμι Δικαστήν Οὐράνιον.

 


[1] Δευτερ. 1, 17

[2] Ζαχ. 7, 9

[3] ᾿Ιώβ, 15.34.

[4] Δευτερ. 27, 25.

[5] Ζαχαρ. 7,9.

[6] Ρωμ. ιγ, 4.

[7] Ρωμ. ιγ, 1-3.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s