(Ποίημα Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου Στυλιανοῦ Μακρῆ, Δρος Θ.)
Εὐλογήσαντος τοῦἹερέως, λέγομεν τὸν παρόντα ψαλμόν.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇἀληθείᾳ Σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκροὺς αἰῶνος· καὶἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σὲ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ καὶὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωΐ τὸἔλεός Σου, ὅτι ἐπὶ Σοὶἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν, ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲᾖρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε· πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶὁ Θεός μου· τὸ Πνεῦμά Σου τὸἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦὀνόματός Σου, Κύριε, ζήσεις με· ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶἐν τῷἐλέει Σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου· καὶἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός Σού εἰμι.
Καὶ εὐθὺς ψάλλομεν.
Ἦχος δ΄.
Θεὸς Κύριος καὶἐπέφανεν ἡμῖν· εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄.Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶἐπικαλεῖσθε τὸὄνομα τὸἅγιον Αὐτοῦ.
Θεὸς Κύριος καὶἐπέφανεν ἡμῖν· εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰἔθνη ἐκύκλωσάν με, καὶ τῷὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶἐπέφανεν ἡμῖν· εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶἔστι θαυμαστὴἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶἐπέφανεν ἡμῖν· εὐλογημένος ὁἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Ἧχοςδ΄.ὉὙψωθεὶςἐντῷΣταυρῷ.
Τοῦἀδεκάστου Δικαστοῦ γεγονυῖα, Μήτηρ συνήγορος γενοῦ μοι Παρθένε, τῷ δικηφόρον κλήτευμα λαβόντι ποτέ, ἐν πλεκτάνῃ κατηγόρων μου, ἐκδοθὲν καὶἀσφάλισον, τὴν ἐμὴν ἀθῴωσιν, τῇ σῇἀνεπικλήτῳ, ὑπερασπίσει Δέσποινα Σεμνή, καὶ τῶν δυσφόρων, δεσμῶν μου τὴν ἄνεσιν.
Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτὲ Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ὑμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων, τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σώζεις ἀεὶἐκ παντοίων δεινῶν.