ΣΥΝΑΞΑΡΙΟΝ ΚΑΙ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΕΚ ΚΑΠΟΥΑΣ ΤΟΥ ΕΞ ΑΓΑΡΗΝΩΝ, Οὗ ἡ μνήμη Αὐγούστου ιη΄ (18).

Συναξάριον.

Ο

ὗτος  ὁ μακάριος  νέος ἀθλητής τοῦ Σωτῆρος Μωαμεθανός ἦν ἐκ γένους ᾿Αγαρηνῶν, Σαΐμ καλούμενος καί υἱός τυγχάνων τοῦ ἐν Καπούᾳ τῆς ἐπισκοπῆς Φαναρίου Θεσσαλίας τοπικοῦ ἡγεμόνος (μπέη). Θελχθείς ὃμως ὑπό τοῦ Χριστοῦ, ὃτι καθαράν εἶχεν τήν καρδίαν, ἐμυήθη εἰς τά τῆς ὀρθοδόξου πίστεως δόγματα παρά τινος λογίου μοναχοῦ  τῆς ἐν Καπούᾳ κειμένης ῾Ιερᾶς Μονῆς τοῦ ῾Αγίου ῾Ιεράρχου Νικολάου. Βαπτισθείς δέ ἐν τῇ μονῇ ὠνομάσθη Κωνσταντῖνος. Μαθών δέ ὁ πατήρ τήν μεταβολήν τοῦ υἱοῦ καί τήν εἰς τό στρατόπεδον τοῦ Χριστοῦ αὐτομόλησιν αὐτοῦ, ὠργίσθη καί διέταξεν τοῦ μέν υἱοῦ τήν σύλληψιν, τῶν δέ μοναστῶν τόν θάνατον. ᾿Εκεῖνοι διέφυγον ἐν ταῖς Μοναῖς τῶν ῾Αγίων Μετεώρων, ἀλλ’ ἡ Μονή  αὐτῶν ἐδέχθη τήν ὀργήν τοῦ ἀπίστου πυρποληθεῖσα. ῾Ο Κωνσταντῖνος συλληφθείς καί προσαχθείς ἐνώπιον τοῦ αὐθέντου πατρός ἀπέρριπτεν τάς παρακλήσεις καί ἀπειλάς αὐτοῦ, ἀρνούμενος τήν ἐπάνοδον εἰς τήν προτέραν πλάνην καί δυσσέβειαν. ῾Ο τύραννος, χρησάμενος παντί μέσῳ και μεθοδείᾳ, οὐκ ἠδυνήθη κάμψαι τήν σταθεράν τοῦ υἱοῦ πίστιν. ᾿Οργισθείς σφόδρα ἐνέκλεισεν αὐτόν ἐν φοβερᾷ εἱρκτῇ, ἔνθα ὁ μάρτυς παρέμενεν προσευχόμενος, ἐρωτώμενος δέ ἀπήντα· «Οὔποτε ἐμόν Χριστόν ἀρνηθήσομαι ὃ,τι ἄν μοι ποιήσητε· τίνα φοβηθήσομαι ὃτι πάρεστι καί ἐνισχύει με». Μαθών δέ ὁ αὐθέντης πατήρ τήν θαυμασίαν ὡς ἀληθῶς τοῦ υἱοῦ ὁμολογίαν, καταισχυνθείς ὠργίσθη ἔτι πλέον. ᾿Ενετείλατο δέ τῇ φρουρᾷ ὃπως βασανίσωσι τόν μάρτυρα παντοίοις αἰκισμοῖς. ᾿Αρνούμενος οὗτος καί ἐμμένων ἐν τῇ τοῦ Χριστοῦ πίστει, διέταξεν ἔτι και ἔτι σκληρωτέρας τιμωρίας, ἃς ὁ μακάριος μετά χαρᾶς προσεδέχετο. Εἰς τήν ἀπειλήν δέ τοῦ θανάτου, ὃν διέταξεν ὁ πατήρ, ἀντέλεγεν· «Οὐδείς δύναται χωρίσαι με ἀπό Χριστοῦ, ὃν ὑπεραγαπῶ, ἐκδεχόμενος καί τόν θάνατον ὑπέρ αὐτοῦ.»  Εἶτα τῇ διαταγῇ τοῦ ἐκμανέντος τυράννου ὁ μάρτυς ὡδηγήθη εἰς τήν ἑτοιμασθεῖσαν ἐν τῷ  μεγάλῳ πλατάνῳ τῆς πλατείας ἀγχόνην (ἔνθα σήμερον τό κοινοτικόν κατάστημα) ἳνα δεχθῇ τόν ὑπέρ Χριστοῦ θάνατον. ῎Ω τοῦ παραδόξου ὃμως θαύματος, τρίς διερράγη ὁ βρόγχος καί κατεπλάγησαν αἱ τῶν πιστῶν καί τῶν ἀντικειμένων τάξεις. Νεωτέρᾳ δέ διαταγῇ τοῦ πατρός ὁ γενναῖος μάρτυς ἀφόβως προσεδέξατο τόν διά ξίφους καί ἐκτομῇ τῆς κεφαλῆς θάνατον τῇ 18ῃ Αὐγούστου  ἐν ἔτει 1610.

Ταῖς αὐτοῦ πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. ᾿Αμήν.

ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ

ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΕΚ ΚΑΠΟΥΑΣ

ΤΟΥ ΕΞ ΑΓΑΡΗΝΩΝ

Οὗ ἡ μνήμη Αὐγούστου ιη΄ (18)

Ποίημα: Γεωργίου ᾿Αποστολάκη, τοῦ ἀπό δικαστῶν.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετά τόν Προοιμιακόν, τό Μακάριος ἀνήρ. Εἰς δέ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καί ψάλλομεν τά ἑξῆς Προσόμοια τοῦ ῾Αγίου.

῏Ηχος δ΄. ῾Ως γενναῖον ἐν μάρτυσι.

Κ

ωνσταντῖνον τόν ἔνδοξον, ὡς Χριστοῦ φίλον γνήσιον, μελῳδίαις ἅπαντες εὐφημήσωμεν, ὅτι γενναίως ἐνήθλησεν, ἐσχάτοις τοῖς ἔτεσι, δι’ ἀγάπην τοῦ Χριστοῦ, ᾧ προσήχθη ὡς σφάγιον· ὅθεν σήμερον, τῆς Καπούας ὁ δῆμος μετά ζήλου, ἐκτελεῖ αὐτοῦ τήν μνήμην, καί τήν ὁσίαν πανήγυριν.

Τ

ῆς Καπούας τό βλάστημα, καί τό πάνσεπτον κλέϊσμα, ἐν δουλείας χρόνοις Χριστόν κηρύξαντα, ᾿Αγαρηνόν ὄντα πρότερον, ὁσίως ὑμνήσωμεν, Κωνσταντῖνον τόν σεπτόν, ᾿Εκκλησίας ὀσφράδιον, καί τό σέμνωμα, πρός αὐτόν συμβοῶντες· Νεομάρτυς, τάχος πρέσβευε Κυρίῳ, ὑπέρ ἡμῶν τῶν τιμώντων σε.

Τ

ῇ ἀνδρείᾳ ἀθλήσει σου, ἡ πατρίς σου σεμνύνεται, καί ναόν σοι πάντιμον ᾠκοδόμησεν, ἀγαλλομένη τοῖς ἄθλοις σου, εὐκλείᾳ καί δόξῃ σου, ἥν σοι δέδωκεν Χριστός, διά ρεῖθρα αἱμάτων σου, καί κελεύει σε· σπεῦσον μάρτυς εἰς θρόνον τοῦ Δεσπότου, καί ἱκέτευσον ἐνθέρμως, ἐλεηθῆναι τούς δούλους σου.

Προσόμοια ἕτερα. ῏Ηχος α! Τῶν οὐρανίων ταγμάτων.

Θ

εσσαλιώτιδος δῆμοι δεῦτε συνέλθωμεν, καί Φαναρίου πλήθη, σύν Καπούας χορείαις, τελέσωμεν τήν μνήμην τοῦ ἀθλητοῦ, Κωνσταντίνου τοῦ μάρτυρος· τέκνον γάρ οὗτος ὑπῆρξεν ἡμῶν σεπτόν, νῦν πρεσβεύων πρός τόν Κύριον.

Σ

τερεωτάτῃ  καρδίᾳ καί ἀπτοήτῳ ψυχῇ, τήν ἐκτομήν τοῦ ξίφους, καθυπέστης γενναῖε, καί ἔσβεσας αἱμάτων σου ταῖς ῥοαῖς, τοῦ πατρός τήν δυσσέβειαν, τῆς δέ Καπούας ἀρδεύσας καλῶς τήν γῆν, πολιοῦχος ταύτης γέγονας.

Α

γαρηνός ὤν ἐκ γένους πλάνην ἀπέρριψας, τήν πατρικήν ταχέως, συνταχθείς τῷ Σωτῆρι· καί γέγονας τῆς πίστεως ἀθλητής, ὑποστάς πᾶσαν βάσανον, διά χειρῶν ὁμαιμόνων καί πατρικῶν· διό μάρτυς ὤφθης ἔνδοξος.

Δόξα. ῏Ηχος πλ. β!

Δ

εῦτε φιλομάρτυρες ἐνθάδε, εἰς τήν πάνσεπτον Καπούας τήν χθόνα, ἵνα ἐγκωμίοις μαρτυρικοῖς, ᾿Εκκλησίας ὑμνήσωμεν τόν νέον ἀστέρα·  Κωνσταντίνου γάρ ἐτήσιος ἐπέστη ἡ μνήμη, καί ἄσωμεν τερπνῇ τῇ φωνῇ· χαῖρε πυρσέ τῆς Καπούας, Φαναρίου γόνε καί τέκνον Θεσσαλιώτιδος· χαῖρε πιστῶν ἀρωγέ ἑτοιμότατε, ὅτι σοφίᾳ τῇ ἄνωθεν, Χριστόν ἐδέχθης ὡς Θεόν, ἀποβαλών Μωάμεθ τήν πλάνην. Πρέσβευε οὖν τῇ ῾Αγία Τριάδι, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.

Καί νῦν. Τό δογματικόν Θεοτοκίον τοῦ αὐτοῦ ἤχου.

Εἴσοδος. Φῶς ἱλαρόν, τό Προκείμενον τῆς ἡμέρας, καί τά ᾿Αναγνώσματα.

Προφητείας ῾Ησαΐου τό ᾿Ανάγνωσμα (Κεφ. μγ 9-14).

Τ

άδε λέγει Κύριος· Πάντα τά ἔθνη συνήχθησαν ἃμα καί συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ῎Η τά ἐξ ἀρχῆς τίς ἀκουστά ποιήσει ὑμῖν; ᾿Αγαγέτωσαν τούς μάρτυρας αὐτῶν καί δικαιωθήτωσαν καί εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καί ἐγώ μάρτυς Κύριος ὁ Θεός, καί ὁ Παῖς, ὃν  ἐξελεξάμην· ἵνα  γνῶτε, καί  πιστεύσητε, καί συνῆτε, ὅτι ἐγώ εἰμι. ῎Εμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός καί μετ᾿ ἐμέ οὐκ ἔσται. ᾿Εγώ εἰμι ὁ Θεός καί οὑκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. ᾿Εγώ ἀνήγγειλα καί ἔσωσα, ὠνείδισα καί οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ῾Υμεῖς ἐμοί μάρτυρες καί ἐγώ Κύριος ὁ Θεός· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καί οὐκ ἔστιν ὁ ἐκ χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καί  τίς ἀποστρέψει  αὐτό;  Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος ᾿Ισραήλ.

Σοφίας Σολομῶντος τό ᾿Ανάγνωσμα (Κεφ. Γ,1-9).

Δ

ικαίων ψυχαί ἐν χειρί Θεοῦ, καί οὐ μή ἅψητε αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καί ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καί ἡ αφ’ ἡμῶν πορεία, σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γάρ ἐν ὄψει ἀνθρώπων ἐάν κολασθῶσι, ἡ ἐλπίς αὐτῶν ἀθανασίας πλήρης· καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὃτι ὁ Θεός ἐπείρασεν αὐτούς καί εὖρεν αὐτούς ἀξίους ἑαυτοῦ. ῾Ως χρυσόν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς καί ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς· καί ἐν καιρῷ ἐπισκοπῆς αὑτῶν ἀναλάμψουσι καί ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καί κρατήσουσι λαῶν, καί βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπί αὐτῷ, συνήσουσιν ἀλήθειαν καί οἱ πιστοί ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καί ἐπισκοπή ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τό ᾿Ανάγνωσμα (Κεφ. Ε.15-23, στ 1-3).

Δ

ίκαιοι εἰς τόν αἰῶνα ζῶσι, καί ἐν Κυρίῳ ὁ μισθός αὐτῶν, καί ἡ φροντίς αὐτῶν παρά ῾Υψίστῳ· διά τοῦτο λήψονται τό βασίλειον τῆς εὐπρεπείας, καί το διάδημα τοῦ κάλλους ἐκ χειρός Κυρίου· ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς καί τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανολίαν, τόν ζῆλον αὑτοῦ, καί ὁπλοποιήσει τήν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. ᾿Ενδύσεται θώρακα δικαιοσύνης καί περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δέ ἀπότομον ὀργήν, εἰς ρομφαίαν· συνεκπολεμήσει αὐτῷ ὁ κόσμος εἰ τούς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καί ὡς ἀπό εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπί σκοπόν ἁλοῦνται, καί ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι.᾿Αγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσης, ποταμοί δε συγκλείσουσιν ἀποτόμως. ᾿Αντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καί ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καί ἐρημώσει πᾶσαν τήν γῆν ἀνομία, καί ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾿Ακούσατε οὖν βασιλεῖς καί σύνετε· μάθετε δικασταί περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καί γεγαυρωμένοι ἐπί ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρά Κυρίου ἡ κράτησις ὑμῖν, καί ἡ δυναστεία παρά ῾Υψίστου.

Εἰς τήν Λιτήν, ᾿Ιδιόμελα.

῏Ηχος α!

Ω

ς θαυμαστή ἡ μαρτυρία σου Ἅγιε, Κωνσταντῖνε μακάριε, τῆς Καπούας γλυκύτατον καύχημα, καί τῆς ἡμῶν ᾿Επισκοπῆς ἄστρον νεόφωτον·  υἱός γάρ τυγχάνων ἐκ σαρκός, ἀπίστου ἄρχοντος πατρός, τῷ θείω ἔρωτι ἐτρώθης, ὑπεριδών δέ Μωάμεθ τήν πλάνην, Χριστῷ συνετάχθης, καί θεόληπτος γέγονας, σταλαγμοῖς τῶν αἱμάτων  σου ξηράνας, βυθόν  ἀθεΐας. Χριστόν  οὖν  δυσώπει ᾿Αθλητά, τοῦ δοῦναι ἡμῖν, ἐν ἐσχάτοις τοῖς καιροῖς, πνεῦμα ἀθλήσεως.

῏Ηχος β!

νδεδυμένος τήν τῆς πίστεως δύναμιν, τοῦ πατρός τήν ὀργήν οὐκ ἔδεισας, Κωνσταντῖνε Σαΐμ τό πρώην καλούμενε· ἀγαλλομένῃ γάρ καρδίᾳ και λογισμῷ σταθερῷ, πρός τό πεδίον Χριστοῦ ηὐτομόλησας. ῝Οθεν τοῖς ὁμοφύλοις σου ἐβόας· Χριστιανός νῦν εἰμι ὦ ἄπιστοι, καί μόνῳ τῷ Χριστῷ λατρεύῳ, ὡς Ποιητῇ μου καί Θεῷ· διό σου τήν στερρότητα ὁρῶντες, οἱ ἔκγονοί σου κατά πνεῦμα ἐκθαμβούμεθα, καλλιμάρτυς καί δέομεθα· πρέσβευε τῇ ᾿Αγίᾳ Τριάδι, ἳνα χἡμεῖς ἐν ἐσχάτοις τοῖς χρόνοις, ὑπέρ Χριστοῦ ὁμολογήσωμεν.

῏Ηχος γ!

Ε

ὐφραίνου καί ἀγάλλου, τῆς Καπούας ἡ κώμη, ὡς θησαυρόν κατέχουσα, τόν νέον στρατιώτην,  τοῦ  Χριστοῦ Κωνσταντῖνον· οὐδόλως γάρ ἐκάμφθη, ταῖς τοῦ ἀνόμου πατρός ἀπειλαῖς, τάς ὓβρεις βασάνους καί αἰκισμούς, μετά χαρᾶς ἐκδεχόμενος,  τοῖς ῎Αγαρ ἀπογόνοις παρρησίᾳ κραυγάζων· εἰ καί θάνατον λάβω, οὐκ ἄπαρνος γενήσομαι Χριστοῦ, ὃτι φόβον οὐκ ἔχω· ᾿Εκεῖνος γάρ μοί συμπαρίσταται, παρέχων ἰσχύν.  Τοιοῦτον οὖν κεκτημένοι πολιοῦχον, Καπούα χαίροις δεομένη· Νεομάρτυς ἀξιάγαστε, ῥύεσθαι τούς δούλους σου, ἐπινοιῶν τοῦ ἀλάστορος.

῏Ηχος δ!

Τ

οῦ μαρτυρίου τήν τρίβον, νεανικῇ ἡλικίᾳ, ἐπορεύθης νουνεχῶς, Κωνσταντῖνε ἐκλεκτόν τοῦ Χριστοῦ ὀψώνιον. Εἰ καί νέας βασάνους ὑπέστης, οὐκ ἐπτοήθης εἰς ἀγχόνην ἀγόμενος, τῇ πατρικῇ ἐντολῇ.  Ὑπέρ  Χριστοῦ γάρ θανεῖν προέκρινας, δηλώσας τοῖς δημίοις σου· οὐδέν δυνατόν ἐστι, χωρῆσαί με ἀπό Χριστοῦ, ὃν ὑπέρ πάντα ἓτερον ἀγαπῶ. Τῷ μεγέθει τῆς πίστεώς σου μάρτυς, πάντες ἐξεπλάγησαν οἱ βροτεῖοι καί ἡ φύσις, καί τρίς διερράγη ἡ ἀγχόνη ἐκ θαύματος. Ὅθεν τῷ ξίφει τοῦ δημίου, λαμπρῶς ἐτελειώθης, τό αἷμά σου Χριστῷ, ὡς αλάβαστρον μύρου προσενεγκών, καί τοῖς δήμοις μαρτύρων συνηρίθμησαι, μεθ’ ὧν πρέσβευε σωθῆναι, τούς τιμῶντάς σε μακάριε.

Δόξα. ῏Ηχος ὁ αὐτός.

Χ

αίροις Κωνσταντῖνε πανένδοξε, τῶν ἀρχαίων μαρτύρων ὁμόσκηνε, θαυματουργέτα αἰδέσιμε, ὅτι διά Χριστόν τόν Θεόν, προθυμότατα τέθνηκας, καί ὣσπερ ἣλιος ἔλαμψας, ἐν τῷ σταδίῳ τῆς ἀθλήσεως. Χαίροις καί σύ λαέ τῆς Καπούας, ὡς θησαυρόν πνευματικόν, καί πλοῦτον οὐράνιον, τήν εἰκόνα κατέχων τοῦ μάρτυρος, τήν χαριτόβρυτον ὡς κιβωτόν ἁγιάσματος. Ὅθεν Ἅγιε Κωνσταντῖνε πανάριστε, Χριστόν τόν κοινόν ἡμῶν Δεσπότην ἱκέτευε, ἐλεηθῆναι τάς ψυχάς ἡμῶν.

Καί νῦν. Θεοτοκίον.

κ  παντοίων  κινδύνων τούς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἳνα σε δοξάζωμεν, τήν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

Εἰς τόν Στίχον, στιχηρά Προσόμοια.

῏Ηχος β! Ὅτε ἐκ τοῦ ξύλου.

Χ

αίρει τῆς Καπούας ἐπί σοί, χώρα Κωνσταντῖνε καί ᾄδει, ὓμνους καί ἄσματα, μνήμην τήν ἐτήσιον τελοῦσα σύμπασα, τῷ πανσέπτῳ τεμένει σου, ὅπερ ἐν τῷ τόπῳ, θείας σου ἀθλήσεως, σοί ᾠκοδόμησεν· ὅθεν πολιοῦχος ὤν ταύτης, σκέπασον σῇ χάριτι πάντας, ζῶντας ἐν τῇ γῇ αὐτῆς πανόλβιε.

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

τε ἐπί βήματος σταθείς, τήν πατρῴαν πίστιν ἠρνήσω, ἐνθέῳ στόματι, τότε διεκήρυξας Χριστόν ὡς Κύριον, ἐκδεχθείς παναοίδιμε, μῆνιν σῶν οἰκείων, ὓβρεις καί φυλάκισιν, ἐν τῇ δυσώδει εἱρκτῇ· ὅθεν ἐκτομῇ κεφαλῆς σου, χθόνα καθηγίασας ταύτην, ἔνθα Κωνσταντῖνε ἐθριάμβευσας.

Στίχ. Θαυμαστός ὁ Θεός ἐν τοῖς ῾Αγίοις αὐτοῦ.

τε ἐνεβλήθης εἰς εἱρκτήν, τῇ διαταγῇ τοῦ πατρός σου, ὣσπερ ἀρνίον Χριστοῦ, πίστει ἀνεκραύγαζες, καί στεντωρείᾳ φωνῇ· τοῦ Χριστοῦ τέκνον γέγονα· Αὐτόν οὐκ ἀρνοῦμαι, ὅ,τι ἄν μοί πράξητε, ἄνομοι τύραννοι· ὅθεν τήν ζωήν μου δωροῦμαι, Αὐτῷ ὡς Δεσπότῃ τῶν πάντων, προσδοκῶν παράδεισον αἰώνιον.

Δόξα. ῏Ηχος πλ. δ!

ς ἀμνός ἐθελόθυτος, καί ἄκακος ἄρνας, τῇ ἀγχόνῃ προσήχθης, ὑπό χειρῶν πατρικῶν· τοῦ δέ βρόγχου τρίς ἐκκοπέντος, δυνάμει τῇ ἄνωθεν, τά πλήθη ἐθαύμασαν, καί εἶτα τῇ τοῦ ξίφους ἐκτομῇ, ὡς σφάγιον ἅγιον, προσενήνοχας τήν κάραν σου Χριστῷ, ἀθλητῶν τοῖς δήμοις συναριθμούμενος.

Καί νῦν. Θεοτοκίον.

Δ

έσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἡμᾶς, από πάσης ἀνάγκης καί θλίψεως.

Νῦν ἀπολύεις, τό Τρισάγιον, καί τό ᾿Απολυτίκιον.

῏Ηχος  πλ. α!  Τόν Συνάναρχον Λόγον.

Κ

ωνσταντῖνον Καπούας, τόν νεομάρτυρα, ὡς στρατιώτην γενναῖον τῆς ᾿Εκκλησίας Χριστοῦ, μακαρίσωμεν πιστοί καί ἐπαινέσωμεν· ὅτι δυσσέβειαν πατρός, καταλείψας σθεναρῶς, ἐκήρυξεν τόν Σωτῆρα, καί νομίμως ὑπεραθλήσας, τήν κάραν δέδωκεν ὡς δῶρον Χριστῷ.

Θεοτοκίον.

Χ

αῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καί σκέπη τῶν προστρεχόντων εἰς Σέ· χαῖρε ἀχείμαστε λιμήν καί ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τόν ποιητήν Σου καί Θεόν, πρεσβεύουσα μή ἐλλείπῃς, ὑπέρ τῶν ἀνυμνούντων, καί προσκυνούντων τόν τόκον Σου.

᾿Απόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετά τήν  α΄ Στιχολογίαν, Κάθισμα.

῏Ηχος α! Τόν Τάφον σου Σωτήρ.

Τ

ήν κάραν σου Χριστῷ, προσενήνοχας δῶρον, καί εἴληφας εὐθύς, ὡς ἀντίδωρον χάριν, θαυμάτων καί ἰάσεων, Κωνσταντῖνε μακάριε· ὅθεν σήμερον, τῷ σῷ ναῷ ἐν Καπούᾳ, εὐφημοῦμέν σε, διά τερπνῆς ψαλμωδίας, τιμῶντες τήν μνήμην σου.

Θεοτοκίον.

Π

αράσχου μοι ῾Αγνή, μαρτυρίου τό πνεῦμα, ἐσχάτοις τοῖς καιροῖς, ὃπως πίστει κραυγάζω, Υἱόν σου ὡς Σωτῆρά μου, καί Θεόν προαιώνιον, ὃνπερ ἔτεκες, δυνάμει θείᾳ ἀσπόρως, ᾿Απειρόγαμε, εἰς σωτηρίαν βροτείων, καλῶς ὡς προγέγραπται.

Μετά τήν β΄ Στιχολογίαν, Κάθισμα.

῏Ηχος δ! ῾Ο ὑψωθείς ἐν τῷ Σταυρῷ.

Μ

αρτυρικοῖς σου Κωνσταντῖνε ἀγῶσι, τό στέφος ἔλαβες καί δόξῃ προσῆλθες, τῷ ᾿Αθλοθέτῃ ῝Αγιε Χριστῷ τῷ Θεῷ, ὃνπερ καθικέτευε, ταῖς ἀόκνοις λιταῖς σου, ἳνα δείξῃ ἔλεος, ἐν τῇ κρίσεως ὣρᾳ, καί συγχωρήσῃ πλῆθος τῶν ἐμῶν, ἁμαρτημάτων, ὡς πάνυ φιλάνθρωπος.

Θεοτοκίον.

Χ

ριστιανοῖς ὡς κραταιά προστασία, Κυρία δέδοσαι Θεόθεν και σκέπεις, τούς δεομένους Πάναγνε ἐν πίστει πολλῇ· ὅθεν νῦν ἐπάκουσον, σῶν τεκνίων Παρθένε, πόθῳ ἀνυμνούντων σου, τόν ἀλόχευτον τόκον, καί τάς αἰτήσεις πλήρωσον ἡμῶν, ὃτι τυγχάνεις, ἡ μήτηρ τοῦ Κτίσαντος.

Μετά τόν Πολυέλαιον, Κάθισμα.

῏Ηχος δ΄.  Ταχύ προκατάλαβε.

Μ

αρτύρων παράταξις, νῦν ἐγκαυχᾶται ἐν σοί, ὡς μέλος κατέχουσα, σέ Κωνσταντῖνε σεπτέ, Καπούας  τό βλάστημα· ἤθλησας γάρ νομίμως, ἐκδεχθείς εὐχαρίστως, βάσανον καί  τόν ζόφον, τῆς εἱρκτῆς τοῦ πατρός σου, αἰσχύνας τῆς δυσσεβείας, πλάνην ἀοίδιμε.

Θεοτοκίον.

μνοῦμεν τόν τόκον σου, ὡς τόν Σωτῆρα ἡμῶν, δοξάζοντες Πάναγνε, διά ψαλμῶν καί  ᾠδῶν, Τριάδος Θεότητα· σύ γάρ τῶν ὀρθοδόξων, προστασία τυγχάνεις, σκέπουσα ᾿Εκκλησίαν, τῇ ἁγίᾳ σου σκέπῃ, ὃτι φυλάττει Κυρία, τήν πίστιν ἀμώμητον.

Τό α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου, καί τό Προκείμενον.

Δίκαιος ὡς φοῖνιξ  ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν, ἐξανθήσει.

Εὐαγγέλιον κατά Λουκᾶν.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων ….

(Ζήτει αὐτό ἐν τῷ ὄρθρῳ τοῦ ῾Αγ. Γεωργίου τοῦ Τροπαιοφόρου, 23ῃ ᾿Απριλίου).

῾Ο Ν΄ Ψαλμός. Δόξα. Ταῖς τοῦ ᾿Αθλοφόρου …

Καί νῦν. Ταῖς τῆς Θεοτόκου…

᾿Ιδιόμελον. ῏Ηχος πλ. β!

Στίχ. ᾿Ελέησόν με ὁ Θεός κατά τό μέγα ἔλεός σου ….

Τ

ῷ ἀνεσπέρῳ φωτί ἐλλαμπόμενος, τῆς Τριλαμποῦς Θεότητος Κωνσταντῖνε, λύτρωσαι ἡμᾶς ταῖς πρός Χριστόν λιταῖς σου, ἀπό πάσης ἀνάγκης καί θλίψεως, ἁμαρτιῶν τε σκοτασμοῦ, ὃτι τοῦ σκότους τόν ἀρχηγόν ἀπώλεσας, ἀπειλάς τοῦ πατρός σου μή πτοηθείς, καί εἰς ἁγίαν πίστιν ἡμῶν στερεωθείς·  καταλείψας γάρ ὡς βδέλυγμα τήν δυσσεβῆ, τῶν τέκνων τῆς ῎Αγαρ παράταξιν, τῇ ἀληθείᾳ Χριστοῦ ὡς ἔλαφος προσέδραμες, νέμων νῦν μακάριε ἐν Παραδείσου λειμῶνι.

῾Ο ἱερεύς· Σῶσον ὁ Θεός τόν λαόν σου …

Εἶτα ὁ Κανών τοῦ ῾Αγίου, οὗ ἡ ἀκροστιχίς·

ΚΩΝΣΤΑΝΤΙΝΟΥ ᾼΔΩ ΜΑΡΤΥΡΙΟΝ. ΓΕΩΡΓΙΟΥ

ᾨδή α΄ ῏Ηχος πλ. δ΄. ῾Υγράν διοδεύσας.

Κ

απούα καυχᾶται μάρτυς ἐν σοί, σεπτόν πολιοῦχον, σέ κατέχουσαν καί φρουρόν, ἀκοίμητον θεῖε Κωνσταντῖνε, ὃτι πρεσβεύεις ἐνθέρμως πρός Κύριον.

ς ἄστρον νεόφωτον ἀθλητά, Χριστοῦ ᾿Εκκλησίας, κατεδείχθης τῇ ἐκτομῇ, τιμίας σου κάρας ἀγογγύστως, ὑπεραθλήσας νομίμως τρισόλβιε.

Ν

εκρώσας τοῦ δράκοντος τήν ὁρμήν, κλεινέ Κωνσταντῖνε, δι’ ἀγάπην τήν τοῦ Χριστοῦ, ἐδέχθης τόν θάνατον καί τάχος, πρός τήν ζωήν τήν αἰώνιον ἔδραμες.

Θεοτοκίον.

Σ

ωμάτων ὀδύνας τάς χαλεπάς, ἰᾶσαι Παρθένε, ὃτι κέκτησαι πρός Χριστόν, μεγάλην ὡς Μήτηρ παρρησίαν· ὅθεν θεράπευσον νῦν τά τεκνία σου.

ᾨδή γ΄. Οὐρανίας ἁψῖδος.

Τ

οῦ πατρός τάς βασάνους, καί φυλακῆς κάθειρξιν, φρόνημα οὐράνιον ἔχων, πόθῳ ὑπέμεινας, καί ἀπερίτρεπτος, σκάμμα διῆλθες θανάτου, κράζων τοῖς δημίοις σου, «Δόξα σοι Κύριε».

σφαλέστατον πύργον, καί ὀχυρόν ἄσειστον, τῆς Θεσσαλιώτιδος μάρτυς, θεία Μητρόπολις, κέκτηται χαίρουσα, σέ τόν αἰσχύναντα πλάνην, ῥείθροις τῶν αἱμάτων σου, ὃν μακαρίζομεν.

Ν

οῦν ἀνύψωσας μάρτυς, πρός οὐρανόν εὔχαρις, πάντων ξενωθείς τῶν γηῒνων, νεύσει τοῦ Πνεύματος, καί τοῦ ἀλάστορος, πόνοις σου ἔσβεσας φλόγας, Κωνσταντῖνε ἔνδοξε, κλέος πατρίδος σου.

Θεοτοκίον.

Τ

ῶν πιστῶν προστασία, καί μοναστῶν στήριγμα, πάντων πονουμένων τε σκέπη, ἳστασαι Δέσποινα, ὃτι νηδύϊ σου, Θεόν ἐξένισας πάντων, παρρησίαν ἔχουσα, Θεοχαρίτωτε.

Κάθισμα. ῏Ηχος δ΄.  ᾿Επεφάνης σήμερον.

θλητής θεόσοφος καί στρατιώτης, Κωνσταντῖνε γέγονας, χάριν τῆς πίστεως Χριστοῦ, τήν τοῦ Μωάμεθ δυσσέβειαν, πλάνην νοήσας, Χριστόν ὡς ἐγνώρισας.

Θεοτοκίον.

Μ

ετανοίας αὔγασον φωτί τόν νοῦν μου, Θεοτόκε Δέσποινα, ἀμαυρωθέντα λογισμοῖς, φθοροποιοῖς καί διάσωσον, πυρός γεαίνης· εἰμί γάρ κατάκριτος.

ᾨδή δ΄.  Εἰσακήκοα  Κύριε.

ατρός πέλεις ῝Αγιε, τοῖς προσερχομένοις πιστοῖς τῷ οἴκῳ σου, θεραπεύων τά νοσήματα, τῆς ψυχῆς τε πάθη καί τοῦ σώματος.

Ν

έον ἄστρον μακάριε, πάσης ᾿Εκκλησίας τῷ στερεώματι, ἀνεδείχθης μαρτυρίῳ σου, ᾧπερ τόν Χριστόν λαμπρῶς ἐδόξασας.

λοθύμως ἐχώρησας, πρός ὁμολογίαν Χριστοῦ πανόλβιε, ὁλοκάρπωμα  γενόμενος, προσφορά τε θεία τῷ Δεσπότῃ σου.

Θεοτοκίον.

περύμνητε Δέσποινα, Κεχαριτωμένη Θεοῦ τό σκήνωμα, κατευφραίνει τήν καρδίαν μου, τῆς μορφῆς σου θεῖον τό ἐκτύπωμα.

ᾨδή ε΄.  Φώτισον ἡμᾶς.

πασα ἡ γῆ, τῆς Καπούας νῦν σεμνύνεται, ἀρδευθεῖσα τοῖς σοῖς αἳμασι κλεινέ, καί καυχᾶται πολιοῦχόν σε κατέχουσα.

Δ

ύναμις Θεοῦ, Κωνσταντῖνέ σε ἐνίσχυσε, καί προσῆλθες ὣσπερ σφάγιον σεπτόν, τῷ Χριστῷ κατατυθέν ὡς ἐθελόθυτον.

σπερ ἀθληταί, οἱ τό πάλαι ἐναθλήσαντες, ἐν σταδίοις οὓτω Ἅγιε καί σύ, μαρτυρίου τήν ὁδόν γενναίως ὣδευσας.

Θεοτοκίον.

Μ

ύρου νοητοῦ, τό δοχεῖον Μῆτερ γέγονας· τόν Χριστόν γάρ ἐν τοῖς κόλποις σου Σεμνή, τόν τάς χάριτας δωρούμενον ἐφύλαξας.

ᾨδή  στ΄.  Τήν δέησιν ἐκχεῶ.

πέλασον, πονηρίας πνεύματα, καί κατεύνασον ἐχθροῦ τήν κακίαν, καί ἐν εἰρήνῃ τόν βίον διάγειν, τόν Λυτρωτήν καί Δεσπότην ἱκέτευσον· τῇ σῇ γάρ τμήσει κεφαλῆς, παρρησίαν  πρός Κύριον κέκτησαι.

Ρ

υσθῆναί με, τῶν πολλῶν κριμάτων μου, ἐξαιτοῦμαι Κωνσταντῖνε θεόφρον, ὃτι πολλῆς ἁμαρτίας ἐπλήσθην, καί ἠλλοιώθη ψυχῆς μου τό εὔτονον· διό σου δέομαι πιστῶς, ἐκ φθορᾶς με εἰς ῥῶσιν ἀνάγαγε.

Τ

ελείωσιν, μαρτυρίῳ ἔλαβες, πρός τα σκάμματα ἑκών προσχωρήσας, τά τῆς ἀθλήσεως ἔνδοξε μάρτυς, καταβαλών τοῦ πατρός πᾶσαν ἔνστασιν, καί γέγονας πνευματικός, θησαυρός τῆς Καπούας μακάριε.

Θεοτοκίον.

πέρθεον, τόν Χριστόν ἐγέννησας, παραμείνασα καί πάλιν παρθένος· διό παρθένων τό τεῖχος τυγχάνεις, καί μοναστῶν προσφευγόντων τῇ σκέπῃ σου· τοῦ κόσμου γάρ ὁ Ποιητής, κατεσκήνωσεν Κόρη ἐν μήτρᾳ σου.

Κοντάκιον. ῏Ηχος α΄. Χορός ἀγγελικός.

Ε

ἱρκτήν καί αἰκισμούς, ἐλογίσω ὡς δῶρον, τοῦ πλούτου καί χρυσοῦ, τιμιώτερον μάρτυς· διό καί τοῦ γένους σου τούς δεσμούς ἐγκατέλειψας, καί ἐκήρυξας, ἀμεταθέτῳ τῇ γνώμῃ, ὁμοφύλοις σου τόν ᾿Ιησοῦν ὡς Σωτῆρα, Δεσπότην καί Κύριον.

῾Ο Οἶκος.

νθος νεομαρτύρων,

Κωνσταντῖνε, ἐπώφθης,

βλαστῆσαν ἐν Καπούας τῇ χθόνᾳ·

ὤν ἐκ γένους Μωάμεθ πιστός,

ἀπορρίψας πλάνην πρός Χριστόν ἔδραμες,

δωρούμενος τήν κάραν σου·

διό καί νῦν ἀκούεις ταῦτα·

Χαῖρε, σεπτόν τῆς Καπούας τέκνον,

χαῖρε, λαμπρόν Φαναρίου εὖχος.

Χαῖρε, μαρτυρίας Χριστοῦ στηλογράφημα,

χαῖρε, ἑκουσίας θυσίας ὑπόδειγμα.

Χαῖρε, φίλος γνησιώτατος τοῦ Θεοῦ καί Λυτρωτοῦ,

χαῖρε, σκέπη καί ὀχύρωμα δεομένου σου πιστοῦ.

Χαῖρε, ὃτι ἐδείχθης νεοφώτιστον σέλας,

χαῖρε, ὃτι ἐφάνης θεοδώρητον γέρας.

Χαῖρε, λαοῦ Καπούας ἐντρύφημα,

χαῖρε, τῶν σῶν ἐκγόνων τό ὓμνημα.

Χαῖρε, τομήν ὑποστάς τοῦ αὐχένος,

χαῖρε, ἀμνέ τοῦ ῾Αγίου Ποιμένος.

Χαῖρε, μάρτυς πανένδοξε.

Στίχοι:

Οὐ μάρτυς ἁπλοῦς, ἀλλ’ ἐξ ῎Αγαρ γένους

γέγονας μάκαρ Κωνσταντῖνε Καπούας.

Τόν γε Κωνσταντῖνον δεκάτῃ ὀγδόῃ ἔκτανεν ξῖφος πατρῷον.

Συναξάριον.

Ο

ὗτος  ὁ μακάριος  νέος ἀθλητής τοῦ Σωτῆρος Μωαμεθανός ἦν ἐκ γένους ᾿Αγαρηνῶν, Σαΐμ καλούμενος καί υἱός τυγχάνων τοῦ ἐν Καπούᾳ τῆς ἐπισκοπῆς Φαναρίου Θεσσαλίας τοπικοῦ ἡγεμόνος (μπέη). Θελχθείς ὃμως ὑπό τοῦ Χριστοῦ, ὃτι καθαράν εἶχεν τήν καρδίαν, ἐμυήθη εἰς τά τῆς ὀρθοδόξου πίστεως δόγματα παρά τινος λογίου μοναχοῦ  τῆς ἐν Καπούᾳ κειμένης ῾Ιερᾶς Μονῆς τοῦ ῾Αγίου ῾Ιεράρχου Νικολάου. Βαπτισθείς δέ ἐν τῇ μονῇ ὠνομάσθη Κωνσταντῖνος. Μαθών δέ ὁ πατήρ τήν μεταβολήν τοῦ υἱοῦ καί τήν εἰς τό στρατόπεδον τοῦ Χριστοῦ αὐτομόλησιν αὐτοῦ, ὠργίσθη καί διέταξεν τοῦ μέν υἱοῦ τήν σύλληψιν, τῶν δέ μοναστῶν τόν θάνατον. ᾿Εκεῖνοι διέφυγον ἐν ταῖς Μοναῖς τῶν ῾Αγίων Μετεώρων, ἀλλ’ ἡ Μονή  αὐτῶν ἐδέχθη τήν ὀργήν τοῦ ἀπίστου πυρποληθεῖσα. ῾Ο Κωνσταντῖνος συλληφθείς καί προσαχθείς ἐνώπιον τοῦ αὐθέντου πατρός ἀπέρριπτεν τάς παρακλήσεις καί ἀπειλάς αὐτοῦ, ἀρνούμενος τήν ἐπάνοδον εἰς τήν προτέραν πλάνην καί δυσσέβειαν. ῾Ο τύραννος, χρησάμενος παντί μέσῳ και μεθοδείᾳ, οὐκ ἠδυνήθη κάμψαι τήν σταθεράν τοῦ υἱοῦ πίστιν. ᾿Οργισθείς σφόδρα ἐνέκλεισεν αὐτόν ἐν φοβερᾷ εἱρκτῇ, ἔνθα ὁ μάρτυς παρέμενεν προσευχόμενος, ἐρωτώμενος δέ ἀπήντα· «Οὔποτε ἐμόν Χριστόν ἀρνηθήσομαι ὃ,τι ἄν μοι ποιήσητε· τίνα φοβηθήσομαι ὃτι πάρεστι καί ἐνισχύει με». Μαθών δέ ὁ αὐθέντης πατήρ τήν θαυμασίαν ὡς ἀληθῶς τοῦ υἱοῦ ὁμολογίαν, καταισχυνθείς ὠργίσθη ἔτι πλέον. ᾿Ενετείλατο δέ τῇ φρουρᾷ ὃπως βασανίσωσι τόν μάρτυρα παντοίοις αἰκισμοῖς. ᾿Αρνούμενος οὗτος καί ἐμμένων ἐν τῇ τοῦ Χριστοῦ πίστει, διέταξεν ἔτι και ἔτι σκληρωτέρας τιμωρίας, ἃς ὁ μακάριος μετά χαρᾶς προσεδέχετο. Εἰς τήν ἀπειλήν δέ τοῦ θανάτου, ὃν διέταξεν ὁ πατήρ, ἀντέλεγεν· «Οὐδείς δύναται χωρίσαι με ἀπό Χριστοῦ, ὃν ὑπεραγαπῶ, ἐκδεχόμενος καί τόν θάνατον ὑπέρ αὐτοῦ.»  Εἶτα τῇ διαταγῇ τοῦ ἐκμανέντος τυράννου ὁ μάρτυς ὡδηγήθη εἰς τήν ἑτοιμασθεῖσαν ἐν τῷ  μεγάλῳ πλατάνῳ τῆς πλατείας ἀγχόνην (ἔνθα σήμερον τό κοινοτικόν κατάστημα) ἳνα δεχθῇ τόν ὑπέρ Χριστοῦ θάνατον. ῎Ω τοῦ παραδόξου ὃμως θαύματος, τρίς διερράγη ὁ βρόγχος καί κατεπλάγησαν αἱ τῶν πιστῶν καί τῶν ἀντικειμένων τάξεις. Νεωτέρᾳ δέ διαταγῇ τοῦ πατρός ὁ γενναῖος μάρτυς ἀφόβως προσεδέξατο τόν διά ξίφους καί ἐκτομῇ τῆς κεφαλῆς θάνατον τῇ 18ῃ Αὐγούστου  ἐν ἔτει 1610.

Ταῖς αὐτοῦ πρεσβείαις, Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς. ᾿Αμήν.

ᾨδή ζ΄. Οἱ ἐκ τῆς ᾿Ιουδαίας.

Ρ

υπαρῶν νοημάτων, ῥυπτικαῖς σου πρεσβείαις, τόν νοῦν μου κάθαρον, καί ποίησον λειμῶνα, τόν ἄνικμον ψυχῆς μου, Κωνσταντῖνε πανεύφορον, ἳνα κραυγάζω· Χριστέ, Θεός εὐλογητός εἶ.

ερεῖον Δεσπότῃ, ἐνεγκών τήν σήν κάραν, ἀστήρ ἀείφωτος, κατέστης ᾿Εκκλησίας,  παράδειγμα παρέχων, ἐν ἐσχάτοις τοῖς ἔτεσι, ὁμολογίας καλῆς, γενναῖε Κωνσταντῖνε.

μαιμόνων τήν πίστιν, ἀπετάξω ὡς πλάνην, Χριστόν δεξάμενος, στερρᾷ ὁμολογίᾳ, καί γέγονας Καπούας, κηδεμών τε καί πρόμαχος· ὃθεν τιμᾶσαι σεπτῶς, αὐτῆς ὡς πολιοῦχος.

Θεοτοκίον.

Ν

οητή κατεδείχθης, κιβωτός σωτηρίας, καί θρόνος ἔκλαμπρος, κρατήσασα ἀγκάλαις, τόν Κτίσαντα τά πάντα, ᾧ ἀπαύστως κραυγάζομεν· ὁ τῶν πατέρων ἡμῶν, Θεός εὐλογητός εἶ.

ᾨδή η΄.  Τόν Βασιλέα.

Γ

όνοις σου μάρτυς, τοῖς κατά πνεῦμα βοήθει, εὐθαρσῶς ὁμολογεῖν ὀρθοδοξίαν, καί Χριστόν κηρύττειν, τοῦ κόσμου ὡς Σωτῆρα.

λύος πάσης, τῆς ἐμπαθοῦς μου καρδίας, κάθαρόν με Κωνσταντῖνε ταῖς λιταῖς σου, καί τῷ αἳματί σου, τήν πίστιν μου συντήρει.

ς πολιοῦχον, σέ εὐσεβεῖται Καπούα, καί ναόν περικαλλῆ σοι ἀνεγείρει, πόθῳ ἐκτελοῦσα, ἐτήσιόν σου μνήμην.

Θεοτοκίον.

Ρ

ῶσιν παράσχου, τήν κατά σάρκα καί πνεῦμα, ὃτι σκέπη τῶν πιστῶν πέλεις Κυρία, τάχος δεομένη, ὑπέρ τῶν σέ τιμώντων.

ᾨδή θ΄.  Κυρίως Θεοτόκον.

Γ

εραίρω σε τρισμάκαρ, ὓμνοις εὐχαρίστοις, ὃτι σεπτόν ἀκροθίνιον δέδειξαι, νεομαρτύρων ἡ δόξα καί κλέος πάντιμον.

άτρευσον σόν δοῦλον, πάσχοντα κατ’ ἄμφω, ὃτι πολλῆς ἁμαρτίας πεπλήρωμαι, καί μετανοίας τό δῶρον ταχέως δώρησαι.

πάσας τάς αἰτήσεις, νέμων τοῖς φοιτῶσι, τῷ σῷ ναῷ Κωνσταντῖνε πανάριστε, νῦν καί ἡμῶν τάς δεήσεις καλῶς ἐπάκουσον.

Θεοτοκίον.

ψίστου Λόγου Μῆτερ, πάντοτε δυσώπει, σύν τῷ σεπτῷ Κωνσταντίνῳ τόν Κύριον, ὃπως ζωῆς αἰωνίου Παρθένε τύχωμεν.

᾿Εξαποστειλάριον. ῏Ηχος β΄.  Γυναῖκες ἀκουτίσθητε.

Ν

εομαρτύρων πρώτιστον, ἁγίων τε συνόμιλον, τόν Κωνσταντῖνον Καπούας, ἀγωνισθέντα ἐνδόξως, Χριστιανοί τιμήσωμεν, σεμνάς ᾠδάς τε ἄσωμεν, ὡς τήν ὀφρύν τοῦ δράκοντος, κατατροπώσαντα τμήσει, τῆς κεφαλῆς διά ξίφους.

Θεοτοκίον.

Σ

ύν Κωνσταντίνῳ Δέσποινα, τόν Κύριον ἐξίλασαι, ὑπέρ ἡμῶν τῶν σῶν τέκνων, τῶν ἐξυμνούντων σήν δόξαν, Θεοκυῆτορ Πάναγνε, καί πρός τάς τρίβους ἴθυνον, τῆς σωτηρίας ἃπαντας, τούς κατοικοῦντας Καπούᾳ, ὃτι σήν χάριν αἰτοῦνται.

Εἰς τούς Αἴνους.

Στιχηρά Προσόμοια.

῏Ηχος πλ. α!  Χαίροις ἀσκητικῶν.

Χ

αίροις νεομαρτύρων χορός, τόν τῆς Καπούας Κωνσταντῖνον ἐν κόλποις σου, συνέχων ἐν Παραδείσῳ, ὡς ἀθλητήν εὐκλεῆ, Θεσσαλίας πάσης τό ὡράϊσμα·  τήν πλάνην νοήσας γάρ, τόν Μωάμεθ  ἀπέρριψεν, ὃν παιδιόθεν διά γένος ἐλάτρευεν, καί προσέδραμεν, ψαλμική ὣσπερ ἔλαφος, ὓδατα τά τῆς πίστεως, ζητῶν τά αἰώνια, πρός τόν Χριστόν καί Δεσπότην, καί ἀσπασθείς τήν ὀρθόδοξον, ἁγίαν τήν πίστιν, ἡ ψυχή αὐτοῦ ἐδέχθη τό μέγα ἔλεος.

Χ

αίροις ὦ στρατιῶτα Χριστοῦ, ὁ ἐναθλήσας ὡς οἱ πάλαι στερρότατα, τό κλέος τῶν ὀρθοδόξων, καί πολιοῦχος ἡμῶν, τῶν νεομαρτύρων τό ἀπαύγασμα· Χριστοῦ τῇ ἀγάπῃ γάρ, ἀφειδήσας τοῦ σώματος, καί τῆς ζωῆς σου, πρός μαρτύριον ἔσπευσας, χάριν πίστεως, ὀρθοδόξου πανάριστε· ὅθεν σε μακαρίζοντες, ἐν ἄσμασι Ἅγιε, σοῦ τήν πανίερον μνήμην, χρεωστικῶς ὣσπερ τέκνα σου, σεμνῶς ἐκτελοῦμεν, Κωνσταντῖνε ἐξαιτοῦντες, σεπτάς πρεσβείας σου.

Χ

αίρει καί τῆς Καπούας ἡ γῆ, μαρτυρικοῖς σου ποτισθεῖσα τοῖς αἳμασι, καί ᾄδει σύν τοῖς βροτείοις, ὑμνολογίας σεπτάς, μάρτυς Κωνσταντῖνε ἀεισέβαστε· μαρτύρων γάρ δέδειξαι, παλαιῶν ἰσοστάσιος, καταπαλαίσας, τοῦ πατρός τήν δυσσέβειαν, νῦν ἱστάμενος Παραδείσου σκηνώμασι· ὅθεν σοῖς ἀγωνίσμασι, πιστοί ἐκθαμβούμενοι, σέ μακαρίζουσι πάντες, καί τήν σεπτήν σου ἀντίληψιν, θερμῶς ἐξαιτοῦνται, μεγαλύνοντες ἀπαύστως, τόν σέ δοξάσαντα.

Δ

εῦτε τῶν εὐσεβῶν οἱ χοροί, τοῦ Κωνσταντίνου τήν ἁγίαν πανήγυριν, τελέσωμεν εὐφροσύνως, ὃτι Χριστόν ὡς Θεόν, μετά παρρησίας ὡμολόγησεν· ἀγῶνα γάρ κάλλιστον, ὁ γενναῖος ἐτέλεσεν, κατατροπώσας, τῶν ἀπίστων τό φρύαγμα, ὀρθοδόξων τε, ἐνισχύσας ἀλήθειαν· ὅθεν σου τῆς ἀθλήσεως, τιμῶντες τά σκάμματα, παρακαλοῦμέν σε μάρτυς, ὑπέρ ἡμῶν καθικέτευε, Χριστόν τόν Δεσπότην, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τό μέγα ἔλεος.

Δόξα. ῏Ηχος πλ. δ΄.

Σ

κιρτήσωμεν ἀδελφοί χαρᾷ μεγάλῃ, καί εὐφρανθῶμεν ἐν τῇ πανδήμῳ μνήμῃ, τοῦ σεπτοῦ Κωνσταντίνου. Δεῦτε οὖν φιλομάρτυρες χορεῖαι, τόν νέον τοῦ Χριστοῦ ἀθλοφόρον, φωναῖς αἰσίαις ὑμνήσωμεν, ὃτι ὡς νεοσφαγής θυσία παρέστη, τῷ ἐλεήμονι Θεῷ, τῷ ὑπέρ ἡμῶν τυθέντι θανάτῳ σταυρικῷ· ὅθεν πάντες ἐκ καρδίας κράξωμεν· Κωνσταντῖνε πανένδοξε, λύτρωσαι ἡμᾶς τῇ χάριτί σου ἐκ πάσης ἀνάγκης, καί σκέπε τήν κώμην σου, ταῖς πρός Κύριον ἱκεσίαις σου.

Καί νῦν. Θεοτοκίον.

῾Υ

περευλογημένη ὑπάρχεις, Θεοτόκε Παρθένε· διά γάρ τοῦ ἐκ Σοῦ σαρκωθέντος ὁ ᾋδης ἠχμαλώτισται, ὁ Ἀδάμ ἀνακέκληται, ἡ κατάρα νενέκρωται, ὁ θάνατος τεθανάτωται, καί ἡμεῖς ἐζωοποιήθημεν· διό ἀνυμνοῦντες βοῶμεν: Εὐλογητός Χριστός ὁ Θεός ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα Σοι.

Δοξολογία Μεγάλη καί

᾿Απόλυσις.

Εἰς τήν Λειτουργίαν.

Τά συνήθη. ᾿Απόστολον καί Εὐαγγέλιον ζήτει τοῦ ῾Αγίου Δημητρίου.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον …

Μεγαλυνάριον.

Χ

αίροις, Κωνσταντῖνε μάρτυς Χριστοῦ, βλάστημα Καπούας, παμμακάριστε ἀθλητά· χαίροις τήν πατρῴαν, ἐγκαταλείψας πλάνην, καί συνταχθείς Κυρίῳ, αἱμάτων ῥείθροις σου.

Δίστιχον.

Δίδου Κωνσταντῖνε Γεωργίῳ εὐχήν σου

μέλψαντι σούς πόνους μαρτυρίου γενναῖε.

ΤΕΛΟΣ

ΚΑΙ

Τῼ ΘΕῼ

                                                    ΔΟΞΑ.

Σχολιάστε

Εισάγετε τα παρακάτω στοιχεία ή επιλέξτε ένα εικονίδιο για να συνδεθείτε:

Λογότυπο WordPress.com

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό WordPress.com. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Google

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Google. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Twitter

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Twitter. Αποσύνδεση /  Αλλαγή )

Φωτογραφία Facebook

Σχολιάζετε χρησιμοποιώντας τον λογαριασμό Facebook. Αποσύνδεση /  Αλλαγή )

Σύνδεση με %s