3. Παρακλητικός Κανών είς τόν Ἅγιον Ἀθανάσιον.
4. Χαιρετισμοί εἰς τόν Ἅγιον Ἀθανάσιον
ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΣΥΝΕΟΡΤΑΣΕΩΣ
ΤΩΝ ΑΓΙΩΝ ΑΘΑΝΑΣΙΟΥ ΚΑΙ ΚΥΡΙΛΛΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΩΝ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΤΗ ΙΗ΄ ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, καὶ μεγάλων Ἀρχιεπισκόπων Ἀλεξανδρείας, Ἀθανασίου καὶ Κυρίλλου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Ἀθανασίου.
Ἦχος δ΄.
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Δ |
ιωγμοὺς ἀκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον· καὶ τὴν Ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίζων τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, Ἱερουργὲ παμμακάριστε.
Ἀ |
στραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς Πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παΝαοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.
Ἀ |
ρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως Θεόπνευστε· καὶ χρεισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον, Ἱερουργὸς ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ Ποιμὴν ἀληθινός, καὶ τῆς Πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.
Τοῦ Ἁγίου Κυρίλλου, ὅμοια.
Τ |
οῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται ὕλη Πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν· τοῖς δὲ δόγμασι Κύριλλε, τῆς σοφίας σου, καλλωπίζεται Μάκαρ καθ’ ἐκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.
Ε |
ὐφραδίᾳ τῶν λόγων σου, ἱερώτατε Κύριλλε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ σου ἱερῶς, τὴν ἁγίαν καὶ εὔσημον, μνήμην ἔνδοξε, Ὀρθοδόξων τὸ κλέος, τῶν Πατέρων, κορυφαῖε τῆς Συνόδου, τῆς Παναγίας ὑπέρμαχε.
Τ |
ῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Κύριλλε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου· καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος πλ. β΄.
Κυρίλλου Πατριάρχου Κωνσταντινουπόλεως.
Ἱ |
εραρχῶν τοὺς ἀρχηγούς, Πατριαρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, τῶν ἐννοιῶν τοῦ Χριστοῦ τοὺς ἐκφάντορας, συνελθόντες ὦ φιλέορτοι, πνευματικοῖς ἐγκωμίοις αἰνέσωμεν λέγοντες· Χαίροις σοφὲ Ἀθανάσιε, ἐπώνυμε τῆς ἀθανασίας, ὁ τὸν ληρώδη Ἄρειον, καθάπερ λύκον ἐκσφενδονήσας τοῖς ποίμνης τοῦ Χριστοῦ, τῇ ἐλαστικῇ σφενδόνῃ τῶν θεοσόφων δογμάτων σου. Χαίροις ἀστὴρ παμφαέστατε, ὑπέρμαχε τῆς Ἀειπαρθένου, ὁ στεντορείως αὐτὴν Θεοτόκον, ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ ἱεροῦ συλλόγου, ἀνακηρύξας λαμπρῶς, καὶ τῶν Νεστορίου ληρημάτων καθαιρέτα, παμμακάριστε Κύριλλε· Χαίρετε θεολογίας πηγαί, θεοσοφίας ποταμοὶ ἀέναοι, καὶ βρύσεις θείας γνώσεως. Ἀλλ’ ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε πρεσβεύοντες Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον καὶ θείαν πανήγυριν.
Καὶ νῦν. Θεοτοκίον.
Τ |
ὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεως ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε. Σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Δευτερονομίου τὸ Ἀνάγνωσμα (Κεφ. 1,8-11,15-17)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· Ἴδετε παραδέδωκα ἐνώπιον ὑμῶν τὴν γῆν· εἰσελθόντες κληρονομήσατε τὴν γῆν, ἣν ὤμοσε Κύριος τοῖς πατράσιν ἡμῶν, τῷ Ἀβραάμ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακώβ, δοῦναι αὐτοῖς αὐτήν, καὶ τῷ σπέρματι αὐτῶν μέτ᾿ αὐτούς. Καὶ εἶπον πρὸς ὑμᾶς ἐν τῷ καιρῷ ἐκείνῳ λέγων· Οὐ δυνήσομαι μόνος φέρειν ὑμᾶς· Κύριος ὁ Θεὸς ἡμῶν ἐπλήθυνεν ὑμᾶς, καὶ ἰδοὺ ἐστε σήμερον ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει. Κύριος ὁ Θεὸς τῶν Πατέρων ἡμῶν προσθείη ὑμῖν, ὡς ἐστέ, χιλιοπλασίως καὶ εὐλογήσαι ἡμᾶς, καθότι ἐλάλησεν ὑμῖν. Καὶ ἔλαβον ἐξ ὑμῶν ἄνδρας σοφούς, καὶ ἐπιστήμονας, καὶ συνετούς, καὶ κατέστησα αὐτοὺς ἠγεῖσθαι ἐφ᾿ ὑμῶν, χιλιάρχους, καὶ ἑκατοντάρχους, καὶ πεντηκοντάρχους, καὶ δεκάρχους, καὶ γραμματοεισαγωγεῖς τοῖς κριταῖς ἡμῶν. Καὶ ἐνετειλάμην τοῖς κριταῖς ὑμῶν ἐν τῷ καιρῷ ἐκείνῳ, λέγων· Διακούετε ἀνὰ μέσον τῶν ἀδελφῶν ὑμῶν, καὶ κρίνετε δικαίως ἀνὰ μέσον ἀνδρός, καὶ ἀνὰ μέσον τοῦ ἀδελφοῦ αὐτοῦ, καὶ ἀνὰ μέσον τοῦ προσηλύτου αὐτοῦ. Οὐκ ἐπιγνώσεσθε πρόσωπον ἐν κρίσει, κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κρινεῖς, οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου, ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν.
Δευτερονομίου τὸ Ἀνάγνωσμα (Κεφ. 10, 14-18, 20-21)
Εἶπε Μωσῆς πρὸς τοὺς υἱοὺς Ἰσραήλ· ἰδοὺ Κυρίου τοῦ Θεοῦ σου ὁ οὐρανός, καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ, ἡ γῆ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτοῖς. Πλὴν τοὺς Πατέρας ἡμῶν προείλετο Κύριος ἀγαπᾶν αὐτούς, καὶ ἐξελέξατο τὸ σπέρμα αὐτῶν μετ᾿ αὐτούς, ὑμᾶς παρὰ πάντα τὰ ἔθνη, κατὰ τὴν ἡμέραν ταύτην. Καὶ περιτεμεῖσθε τὴν σκληροκαρδίαν ὑμῶν, καὶ τὸν τράχηλον ὑμῶν οὐ σκληρυνεῖτε ἔτι. Ὁ γὰρ Κύριος ὁ Θεὸς ἡμῶν, οὗτος Θεὸς τῶν Θεῶν, καὶ Κύριος τῶν Κυρίων· ὁ Θεὸς ὁ μέγας καὶ ἰσχυρὸς καὶ φοβερός, ὅστις οὐ θαυμάζει πρόσωπον, οὐ δ᾽ οὐ μὴ λάβῃ δῶρον, ποιῶν κρίσιν προσηλύτῳ, καὶ ὀρφανῷ, καὶ χήρᾳ, καὶ ἀγαπᾷ τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κοληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Αὐτὸς καύχημά σου, καὶ αὐτὸς Θεὸς σου ὅστις ἐποίησέ σοι τὰ μεγάλα καὶ ἔνδοξα ταῦτα, ἃ εἶδον οἱ ὀφθαλμοί σου.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. 3, 1- 9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν Ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ, προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α΄. Γερασίμου Ἀλεξανδρείας.
Ἡ |
σοφία τοῦ Θεοῦ, τὰς ἐν κόσμῳ θλίψεις, καὶ τὰ τῶν ἐχθρῶν παλαίσματα, ὡς χωνευτήριον τίμιον ἡτοιμάσατο, ἐν ᾧ τὸ καθαρώτατον χρυσίον, Ἀθανάσιον τὸν πάνσοφον Ἱεράρχην, τὸν Ἀλεξανδρείας λαμπρότατον φωστῆρα, ἀξιοπρεπῶς ἐδοκίμασε· καὶ ἄξιον εὑραμένη, ὡς δακτύλιον δεξιᾷ τῇ ἁγίᾳ κατεσκεύασε. Διὸ καὶ τὴν μακαρίαν αὐτοῦ ψυχήν, ὡς νύμφην ἰδίαν ἐνυμφεύθη, ταύτῃ εὐφραινομένη εἰς τοὺς αἰῶνας.
Ὁ αὐτός.
Ἡ |
σοφία τοῦ Θεοῦ, τοὺς ἑαυτῆς θησαυρούς, ἐν τῷ Κυρίλλῳ κατέκρυψε· διὸ μηκέτι γῆν διορύξαντες, φθορᾶς θησαυρῶν φροντίσωμεν, καὶ τούτοις πλουτισθῆναι σπεύσωμεν· πρόσκαιρον γὰρ τὴν ἀπόλαυσιν ἕξομεν· τῶν δὲ τῆς θεοσοφίας θησαυρῶν Κυρίλλου τοῦ τρισμάκαρος αἰωνίως ἀπολαύοντες, ἐν ταῖς ψυχαῖς ἡμῶν φυλάξωμεν.
Ὁ αὐτός.
Ἡ σοφία τοῦ Θεοῦ, ἄνθρωπον ἐν ἀρχῇ ἔπλασεν, ἐκ ψυχῆς καὶ σώματος αὐτὸν συστησαμένη, ἐν ᾧ τὰ πάντα τευθαύμασται· ἀλλ’ ἐν τῇ καινῇ ἀναπλάσει, ἄνθρωπον Θεῷ ἡρμόσατο, οὗ τὴν ἄρρητον καὶ δυσερμήνευτον ἕνωσιν, περέδωκαν ἡμῖν, οἱ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἱερώτατοι Διδάσκαλοι, τὴν ἐν τῷ Υἱῷ μίαν τοῦ συνθέτου ὁμολογοῦντες ὑπόστασιν, καὶ δύο τὰς θελήσεις, ἐν αὐτῇ τῇ μιᾷ ὑποστάσει. Ξένον ἄκουσμα! ξένον θέαμα! ξένον ψυχῶν ἀγαλλίαμα.
Ἦχος γ΄. Γερμανοῦ Πατριάχου.
Ἡ |
μεγάλη τῆς Ἐκκλησίας σάλπιγξ, ὁ πολύαθλος Ἀθανάσιος, πρὸς εὐωχίαν σήμερον συγκαλεῖται τὴν Ἐκκλησίαν. Φαιδρῶς πάντες πιστοί, πρὸς τὴν πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ Ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους· ὅπως ταῖς πρεσβείαις αὐτοῦ, λάβωμεν παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.
Ὁ αὐτός, τοῦ αὐτοῦ.
Τ |
ὸ μέγα κλέος τῶν Ἱερέων, Ἀθανάσιον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν· τὰς φάλαγγας, τῇ δυνάμει τοῦ Πνεύματος, τὰ τῆς Ὀρθοδοξίας τρόπαια, ἀνεστήσατο καθ’ ὅλης τῆς οἰκουμένης, ἀριθμῶν εὐσεβῶς, τὸ τῆς Τριάδος μυστήριον, διὰ τὴν τῶν προσώπων ἰδιότητα· καὶ πάλιν συνάπτων ἀσυγχύτως εἰς ἕν, διὰ τὴν τῆς οὐσίας ταυτότητα· καὶ χειρουβικῶς θεολογῶν, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα, Ἦχος πλ. β΄.
Γερασίμου Ἀλεξανδρείας.
Δ |
εῦτε συνευφρανθῶμεν, πάντες οἱ γηγενεῖς, ἐπὶ τῇ μνήμῃ τῶν σοφωτάτων Διδασκάλων ἡμῶν, Ἀθανασίου τε καὶ Κυρίλλου· οὗτοι πρόμαχοι τῆς ἀληθείας πιστότατοι, ἐχθροῖς τοῖς ἀοράτοις καὶ ὁρατοῖς, εὐσεβοφρόνως ἀντέστησαν· διὸ ἐν οὐρανοῖς, στεφάνοις τῆς ἀθανασίας αὐτοῦ κατέστεψεν, ὁ τῶν ἁπάντων Βασιλεύς. Καὶ νῦν μετ’ Ἀγγέλων χορεύοντες, ὑμνοῦσιν ἀκαταπαύστως αὐτόν, τρισαγίοις ᾄσμασι, τὸν ἐν Τριάδι ὁμοούσιον.
Καὶ νῦν, Θεοτοκίον.
Θ |
εοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν· Πρέσβευε Δέσποινα, μετὰ τῶν Διδασκάλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χ |
αίροις Ἱεραρχῶν ἡ Δυάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις. Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι, καὶ ταῖς ποικίλαις, ἀρεταῖς οἱ ἐκθρέψαντες· οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες· νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῷ πληρώματι· οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω· τοῦ Παραδείσου αἱ εἴσοδοι· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Χ |
αίροις Ἱεραρχῶν ἡ Δυάς, οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία, ἡ τῶν ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ Διδάσκαλοι· τοῦ Λόγου οἱ πρόμαχοι, ἰατροὶ ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος· οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος, λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἅπαν πρόσωπον· οἱ θεολόγοι, αἱ βάσεις, οἱ ὑψηγόροι οἱ ἔνθεοι· Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν αἰτεῖσθε τὸ μέγα ἔλεος.
Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Χ |
αίροις ἡ ἱερὰ Ξυνωρίς, τοῦ ἐπιγείου στερεώματος Ἥλιος, ἀκτῖνες καὶ δᾳδουχίαι, ἐκ Τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις· τὰ ἄνθη τὰ εὔοσμα, τοῦ Παραδείσου τὰ κάλλιστα· ὄντως ὁ Μέγας, καὶ σοφὸς Ἀθανάσιος, θεῖος Κύριλλος· τὰ πυξία τοῦ Πνεύματος· πλάκες αἱ θεοχάρακτοι· μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας τὸ γάλα· τὸ τῆς σοφίας ἀγλάϊσμα. Χριστὸν δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Δόξα, Ἦχος πλ. δ΄.
Ἱ |
εραρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἀθανάσιον σὺν τῷ Κυρίλλῳ, καὶ Χριστῷ ἐκβοήσωμεν χαρμονικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν διδασκάλων, ἄφεσιν ἁμαρτιῶν καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν, Θεοτοκίον.
Ἀ |
νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις, δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων. Νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Θείας πίστεως.
Ἔ |
ργοις λάμψαντες ὀρθοδοξίας, πᾶσαν σβέσαντες κακοδοξίαν, νικηταὶ τροπαιοφόροι γεγόνατε· τῇ εὐσεβείᾳ τὰ πάντα πλουτίσαντες, τὴν Ἐκκλησίαν μεγάλως κοσμήσαντες, ἀξίως εὕρατε Χριστὸν τὸν Θεὸν εὐχαῖς ὑμῶν, δωρούμενον πᾶσι τὸ μέγα ἔλεος.
Δόξα, καὶ νῦν, Θεοτοκίον.
Σ |
ὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Τοῦ Ἁγίου Ἀθανασίου.
Ἦχος πλ. α΄.
Τὸν συνάναρχον Λόγον.
Τ |
ὸν λειμῶνα τῶν λόγων τῶν θεοπνεύστων Γραφῶν, τὸν ἡμᾶς ὁδηγοῦντα πρὸς τὴν εὐσέβειαν, τὸν τοὺς ποικίλους πειρασμοὺς ὑπομείναντα, Ἀθανάσιον πιστοί, ὡς διδαχθέντες ὑπ’ αὐτοῦ, τιμήσωμεν κατὰ χρέος· πρεσβεύει γὰρ τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα, καὶ νῦν, Θεοτοκίον.
Χ |
αῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· χαῖρε ἀχείμαστε λιμήν, καί Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκί, τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Τοῦ Ἁγίου Κυρίλλου.
Ἦχος γ΄. Θείας πίστεως
Θ |
εῖον ἕδρασμα τῆς Ἐκκλησίας, Πάτερ Κύριλλε, σὺ ἀνεδείχθης· τὴν δωδεκάδα ἐκθεὶς γὰρ τῶν λόγων σου, τὴν Νεστορίου κακόνοιαν ἤλεγξας, καὶ Θεοτόκον κυρίως ἐτράνωσας. Ρητόρων ἔξαρχε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα, καὶ νῦν, Θεοτοκίον.
Θ |
ρόνος πάγχρυσος τοῦ Βασιλέως, καὶ Παράδεισος διηνθισμένος, ἀνεδείχθης Θεοτόκε πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν· ὅθεν ἅπαντες, Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα ἀμφοτέρων.
Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
Τ |
ριάδος τῆς σεπτῆς, Ἀθανάσιον ὕμνοις, καὶ Κύριλλον ὁμοῦ ἐπαινέσωμεν πάντες, τοὺς θείους θεράποντας, καὶ προμάχους τῆς πίστεως, τοὺς τοῖς βάθεσι, τῶν εὐσεβῶν νοημάτων, στρατὸν ἔκφρονα, Αἱρετικῶν ἀπειθούντων, ἀξίως βυθίσαντας.
Δόξα, καὶ νῦν, Θεοτοκίον.
Μ |
αρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς δούλους σου.
Οἱ Ἀναβαθμοί, τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ Ἤχου.
Προκείμενον, Ἦχος δ΄.
Οἱ Ἱερεῖς σου Κύριε ἐνδήσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.
Στίχ. Τὸ Στόμα μου λαλήσει σοφίαν.
Πᾶσα πνοή.
Εὐαγγέλιον κατὰ Ἰωάννην.
Εἶπεν ὁ Κύριος· Ὁ μὴ εἰσερχόμενος.
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῶν Διδασκάλων.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Εἶτα τὸ παρὸν Ἰδιόμελον, Ἦχος πλ. β΄.
Ἐ |
ξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες· καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιᾷ Θεότητι.*
Ὁ Κανὼν τῆς Θεοτόκου μετὰ τῶν Εἱρμῶν εἰς ς΄ καὶ τῶν Ἁγίων εἰς η΄.
Κανὼν τοῦ Ἁγίου Ἀθανασίου, οὗ ἡ Ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων·
Ἀθανάσιος εὖχος ὀρθοδοξίας ἔφυ. Θεοφάνους.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄.
Ἁ |
ρματηλάτην Φαραὼ ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ράβδος, σταυροτύτως πλήξασα, καὶ διελοῦσα θάλασσαν· Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ᾆσμα τῷ Θεῷ ἀναμέλποντα.
Ἀ |
θανασίῳ προσκομίζων ἔπαινον, ὡς ἀρετὴν εὐφημῶν, πρὸς τὸν Θεὸν φέρω, μᾶλλον τὸ ἐγκώμιον· παρ’ οὗ τοῖς βροτοῖς δέδοται, ἀξιέπαινον χρῆμα, τῆς ἀρετῆς, ἧς περ γέγονεν, ἔμψυχος εἰκὼν καὶ ἐκσφράγισμα.
Θ |
εοσοφίας χρηματίσας ἔμπλεως, καὶ ὑπὲρ ἥλιον, βίῳ ἀπαστράπτων, καὶ πολιτευσάμενος, Ὅσιε ὑπερβέβηκας, ἐγκωμίων τοὺς νόμους, τοὺς παρ’ ἡμῶν· ἀλλ’ ἀνάσχοιο, Πάτερ παρ᾿ ἀξίαν ὑμνούμενος.
Ἀ |
ξιοχρέως μὲν ᾠδὴν ὑφαίνομεν, σοῦ μνήμῃ τῇ εὐκλεεῖ· ἀλλὰ ἀποροῦντες πλεῖστον Ἀθανάσιε, τῶν κατ’ ἀξίαν ὕμνων σου, ἐξαιτοῦμεν συγγνώμην, ἡμῖν δοθῆναι καὶ ἄφθονον, χάριν διὰ σοῦ τὴν τοῦ Πνεύματος.
Ν |
εανικῶς τῶν σαρκικῶς κατήργησας, παθῶν σκιρτήματα, ἐν νεότητί σου, γηραλέον φρόνημα, καὶ εὐσταθὲς κτησάμενος, Ἀθανάσιε Μάκαρ· τῆς γὰρ σοφίας τῷ ἔρωτι, πάσας τὰς αἰσθήσεις ἐρρύθμισας.
Θεοτοκίον.
Δ |
εδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, Ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διό σε πάντες γεραίρομεν, τὴν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Κανὼν τοῦ Ἁγίου Κυρίλλου· οὗ ἡ ἀκροστιχὶς ἄνευ τῶν Θεοτοκίων·
Θεωριῶν Κύριλλος ἐνθέων λύρα.
Ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ.
ᾨδὴ α΄. Ἦχος δ΄.
Θ |
αλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
Θ |
εόθεν τὴν φωτοδότιν Κύριλλε, χάριν δεξάμενος, καὶ τηλαυγὴς φωστὴρ ἀναδειχθείς, λογικὰς ἐναστράψας ἡμῖν, μαρμαρυγὰς τὴν μνήμην σου, ὅπως ἀξίως ἀνυμνήσωμεν.
Ἐ |
πλήσθης τῆς δᾳδουχίας Κύριλλε, σοφὲ τοῦ Πνεύματος, τῶν ἐντολῶν ὡς φύλαξ τοῦ Χριστοῦ· καὶ παθῶν καθηράμενος, τῆς ὑπερθέου γέγονας, ὄντως Τριάδος ἐνδιαίτημα.
Ὡ |
ς ζήλου καὶ παρρησίας ἔμπλεως, Κύριλλε ἔνδοξε, τὰς θεομάχους πάσας ἀψευδῶς, γλωσσαλγίας διήλεγξας, τῶν δυσσεβῶν αἱρέσεων, ὀρθοδοξίας προϊστάμενος.
Θεοτοκίον.
Π |
ατήσας τὴν ἐντολὴν τοῦ Κτίσαντος, τρυφῆς ἐκβέβληται, δελεασθεὶς ὁ πρῶτος ἐν βροτοῖς· ἀλλὰ τοῦτον πεσόντα δεινῶς, τὸν Λυτρωτὴν κυήσασα, ἀνεκαλέσω Μητροπάρθενε.
Καταβασία. Χέρσον ἀβυσσοτόκον.
Τοῦ Ἀθανασίου. ᾨδὴ γ΄.
Ὁ |
στερεώσας κατ’ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστὲ τῶν ἐντολῶν σου στήριξον· ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε φιλάνθρωπε.
Ἀ |
νακαθάρας μολυσμοῦ, παντὸς ψυχήν τε καὶ σῶμα, Ἀθανάσιε, ναὸς ἀνεδείχθης ἀξιόθεος· διὸ τὸ τῆς Τριάδος πλήρωμα, ἐπανεπαύσατό σοι, Ἱερομύστα πανόβλιε.
Σ |
οῦ ὡς ἐπόθει τὴν ψυχήν, τοῦ Παρακλήτου ἡ χάρις, ἐκ παθῶν κεκαθαρμένην εὑροῦσα, διαδήλους ἐν αὐτῇ, τὰς ἐνεργείας δείκνυσι, καὶ τηλαυγῆ φωστῆρα, Πάτερ τῷ κόσμῳ σε τίθησιν.
Ἱ |
εραρχίας μὲν κανών, ὡς Ἱεράρχης ἐδείχθης, πρακτικῆς ὑπογραμμὸς δὲ ὁ βίος· ὁ δὲ λόγος σου Σοφέ, τῆς θεωρίας τύπος τρανῶς· Θεολογία δέ σου, ὄντως ἡ δίδαξις πέφηνε.
Θεοτοκίον.
Τ |
ῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλότερα, Θεοτόκε· σὺ γὰρ μόνη ἐδέξω τὸν ἄχραντον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοί σε πάντες, ὕμνοις Ἁγνὴ μακαρίζομεν.
Τοῦ Κυρίλλου.
Εὐφραίνεται ἐπὶ σοί.
Ρ |
ωννύμενος ἐν Χριστῷ, τὰς μηχανὰς τοῦ σκολιοῦ δράκοντος, γνώμῃ στερρᾷ Κύριλλε, ὡς ἱστὸν ἀράχνης διέλυσας.
Ἱ |
λὺν παθῶν ἐκ ψυχῆς, ἐξετινάξω καθελὼν Κύριλλε, πᾶν λογισμῶν ὕψωμα, κατὰ τοῦ Χριστοῦ ἐπαιρόμενον.
Ὡ |
ς εὔστοχος ἀθλητής, Πάτερ ἐξέκλινας στερρῶς ἅπασαν, τὴν τῆς σαρκὸς εὐπάθειαν, ὡς ἐπιβλαβῆ καὶ ἐπίβουλον.
Θεοτοκίον.
Ὁ |
Ἄγγελος Γαβριήλ, τὴν ὑπὲρ λόγον σοι χαρὰν ἔφησε· Χαῖρε Θεοῦ σκήνωμα, ὃ κατασκηνῶσαι ηὐδόκησε.
Καταβασία. Τὸ στερέωμα.
Κοντάκιον τοῦ Ἁγίου Ἀθανασίου.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὀ |
ρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, πληθύνας τὸν σπόρον τῆς Πίστεως, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διό σε ὑμνοῦμεν Ἀθανάσιε.
Εἶτα, Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Φ |
ωστῆρες ὑπέλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε, ταῖς διδαχαῖς ὑμῶν, Πατέρες Θεόσοφοι, τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις· διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.
Δόξα, καὶ νῦν, Θεοτοκίον.
Π |
αρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, Πιστῶν ἡ ἀντίληψις, ρῦσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε τοὺς ἐν πίστει καὶ πόθῳ, τῇ σκέπῃ σου προσφεύγοντας μόνη Θεόνυμφε.
Τοῦ Ἀθανασίου. ᾨδὴ δ΄.
Σ |
ύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σὺν τῷ προφήτῃ, Ἀββακούμ σοι κραυγάζω· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.
Ὅ |
λη ἐν σοί, πνεύσασα ἡ ζωηφόρος πνοή, ἡ ἐξ ὕψους, πρὶν ἐπιφοιτήσασα, θεοπρεπῶς, Πνεύματος Χριστοῦ, ἐν τῷ ὑπερῴῳ, καὶ Μαθητὰς ἐμφορήσασα, Ἀπόστολον δεικνύει, τρισκαιδέκατον Πάτερ, τὴν ὀρθόδοξον Πίστιν κηρύττοντα.
Σ |
ὺ θεϊκῷ, ζήλῳ σφοδρῶς πυρπολούμενος, τῇ Συνόδῳ συναγωνιζόμενος, καὶ πρὸ τοῦ σέ, Πρόεδρον τελεῖν, ἐν τῇ Νικαέων, κηρύττεις τὸ Ὁμοούσιον· διὸ τῆς Ἐκκλησίας, ὁ Χριστὸς Ποιμενάρχην, καὶ Διδάσκαλον σὲ προχειρίζεται.
Ἐ |
γχειρισθείς, τῆς Ἐκκλησίας τοὺς οἴακας, ἐκ προνοίας, θείας Ἀθανάσιε, αἱρετικῶν τὰς ψυχοβλαβεῖς, πάσας γλωσσαλγίας, οἷά τις πέλυξ ἐξέτεμες, προρρίζους, ὡς ἀκάνθας· καὶ τὸν σπόρον τοῦ λόγου, ἐπαρδεύων σοφῶς ἐγεώργησας.
Ὑ |
πὸ τῆς σῆς, γλώσσης πυρίνης ἐκκέκαυται, ἡ Ἀρείου, ἔκφυλος διαίρεσις, σύγχυσίς τε Σαβελλιανή, τὰ ἐκ διαμέτρου, κακὰ καὶ πρὸς τὴν ἀσέβειαν, ὁμότιμα καὶ πᾶσα, σὺν αὐτοῖς βλασφημία, αἱρετίζουσα ὦ Ἀθανάσιε.
Θεοτοκίον.
Σ |
ὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε· σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον Ἁγνή σε γινώσκοντας.
Τοῦ Κυρίλλου.
Ἐπαρθέντα σε ἰδοῦσα.
Ν |
ενικηκότα τὰ πάθη τὰ ψυχοφθόρα, καὶ λογισμῷ κρατήσαντα σαρκὸς θεοφόρε, Κύριλλε ἰδὼν ὁ Χριστός, τῆς θείας σε Πρόεδρον, Πάτερ Ἐκκλησίας καθίστησι.
Κ |
ληρονομήσας ὡς γόνος ἠγαπημένος τὴν πατρικὴν τοῦ Μάρκου, ἀρετὴν καὶ τοῦ θρόνου, γέγονας διάδοχος, τοῦ θείου τοῖς ἴχνεσιν, Εὐαγγελιστοῦ παρεπόμενος.
Ὑ |
πὸ Χριστοῦ μὲν ὡς πρόβατον ἐποιμάνθης· ὡς δὲ ποιμὴν ἐποίμανας, τὸ ποίμνιον Πάτερ, λόγοις ψυχοτρόφοις σου, ὡς πόαις καὶ ἄνθεσι, δαψιλῶς ἐκτρέφων τῆς χάριτος.
Θεοτοκίον.
Ν |
εμομένην τοῦ θανάτου τὴν τυραννίδα, Μήτηρ Θεοῦ κατέπαυσας, Ζωὴν τὴν ἀγήρω, Πάναγνε κυήσασα· διό σοι κραυγάζομεν· Χαῖρε Θεοτόκε πανύμνητε.
Καταβασία. Ἐκάλυψεν οὐρανούς.
Τοῦ Ἀθανασίου. ᾨδὴ ε΄.
Ἵ |
να τί με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ’ ἐπίβλεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Χ |
ριστὸν ἔχων λαλοῦντα, Πάτερ ἐν ὀργάνῳ εὐήχῳ τῇ γλώττῃ σου, στηλιτεύεις Μάκαρ, τῶν εἰδώλων ἐγγράφως τὴν αἵρεσιν, τοὺς πεπλανημένους, ποδηγετῶν καὶ ἐπιστρέφων, πρὸς τὸν ὄντως Θεὸν Ἀθανάσιε.
Ὀ |
λεθρίους αἱρέσεις, Πάτερ ἐθριάμβευσας λόγοις καὶ γράμμασι, τὴν ποικίλην πλάνην, ἐξορίζων σοφαῖς ἀποδείξεσιν, ἐκ τῆς οἰκουμένης, διατρανῶν ἀναντιρρήτως, τὴν Ὀρθόδοξον πίστιν μακάριε.
Σ |
ὲ διδάσκαλον ὄντως, μέγαν Διδασκάλων σοφὲ Ἀθανάσιε, ἀκομψεύτῳ φράσει, μετὰ τοὺς Ἀποστόλους εὐμοίρησεν, Ἐκκλησία Πάτερ, ἡ τοῦ Χριστοῦ διασαφοῦντα, τὸν ἀμώμητον λόγον τῆς Πίστεως.
Θεοτοκίον.
Μ |
ητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα· ὅτι σὲ καὶ μόνην, Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Τοῦ Κυρίλλου. Σὺ Κύριέ μου φῶς.
Ρ |
εῦμα ὄντως σφοδρόν, πλημμυροῦντος χειμάρρου ὁ σός, ὦ Κύριλλε ἐκμιμεῖται λόγος, τῶν κακοδόξων, ἐκτρέπων μηχανήματα.
Ἴ |
σως τὴν βδελυράν, τοῦ Ἀρείου διαίρεσιν, ὦ Κύριλλε μιαράν τε, Σαβελλίου ἐκ βάθρων, συναλοιφὴν καθῄρηκας.
Λ |
όγους πλουτοποιούς, οὐ χρυσὸν καταλέλοιπας, ὦ Κύριλλε θησαυρούς τε, ὥσπερ λίθους τιμίους, τοὺς σοὺς τῇ Ἐκκλησίᾳ Χριστοῦ.
Θεοτοκίον.
Ὄ |
ντως χαρακτήρ, τῆς ἁγίας μορφῆς σου Σεμνή, τοὺς δαίμονας φυγαδεύει, τοὺς πιστοὺς δ’ ἁγιάζει, καὶ σῴζει τὰς ψυχὰς ἡμῶν.
Καταβασία. Ὡς εἶδεν Ἡσαΐας.
Τοῦ Ἀθανασίου. ᾨδὴ ς΄.
Ἱ |
λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Ὀ |
θνείου σπόρου σπορεύς, φανεὶς ὁ Ἀπολλινάριος, βροτείου λόγου καὶ νοῦ, Χριστοῦ τὸ ἀνθρώπινον, στερρῶς ἐξελήλεγκται, ὑπὸ σοῦ Παμμάκαρ, ὥσπερ ἄνους καὶ φρενόληπτος.
Ρ |
ευμάτων τῶν λογικῶν, χυθέντων διὰ χειλέων σου, ἐξ ἀενάου πηγῆς, τῆς χάριτος Ὅσιε, γλυκύτερα μέλιτος, ὡς ἐκ κρήνης ρεῖθρα, οἱ πιστοὶ ἀπαρυόμεθα.
Θ |
αυμάσειέ τις τοῖς σοῖς, εἰκότως Πάτερ συγγράμμασι, σοφῶς ἐμφιλοχωρῶν, μελλούσας φυήσεσθαι, αἱρέσεις θεώμενος, προανατραπείσας, ὑπὸ σοῦ προφητικώτατα.
Θεοτοκίον.
Ρ |
υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Τοῦ Κυρίλλου.
Θύσω σοι, μετὰ φωνῆς.
Λ |
αβίδι, Σεραφὶμ τῷ Προφήτῃ τὸν ἄνθρακα, τῇ Ἐκκλησίᾳ Χριστοῦ δέ, ταῖς χερσί σου προσνέμεις ἱερομύστα, τὸ ἐκ θείου, πυρὸς ἠνθρακωμένον καθάρσιον.
Ὁ |
μόρους, ὡς ὁ Σαμψὼν ἀλλοφύλους οὐκ ἔθραυσας, τὰ δὲ ἀλλόκοτα πάντα, τῶν ἑτεροδόξων διδάγματα, καὶ τὸ κράτος, τοῖς ὀρθοδόξοις δέδωκας Κύριλλε.
Σ |
υνόδου, θεολέκτου σαφῶς προηγούμενος, τὸ δυσμενὲς Νεστορίου, χριστομάχον θράσος Πάτερ καθεῖλες, ζήλου πνέων, ὑπὲρ τῆς ἀληθοῦς Θεομήτορος.
Θεοτοκίον.
Φ |
ωτίζεις, τῷ τοκετῷ σου πάντα τὰ πέρατα θεογεννῆτορ Παρθένε· σὺ γὰρ μόνη ὤφθης κεκαθαρμένη, ἀπ’ αἰῶνος, δικαιοσύνης Ἥλιον ἔχουσα.
Καταβασία. Ἐβόησέ σοι.
Κοντάκιον
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ἱ |
εράρχαι μέγιστοι τῆς εὐσεβείας, καὶ γενναῖοι πρόμαχοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, πάντας φρουρεῖτε τοὺς μέλποντας· Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.
Ὁ Οἶκος.
Ἀ |
καταλήπτῳ σου χειρί, καὶ σθένει ἀπορρήτῳ, τὴν σὴν νῦν Ἐκκλησίαν οὐρανώσας Οἰκτίρμον, ἔδειξας ὄντως φαεινοὺς τοὺς δύω φωστῆρας, μεγίστους τε καὶ τερπνούς, τὸν κόσμον καταυγάζοντας, σὺν Ἀθανασίῳ τῷ πανσόφῳ, Κύριλλον τὸν θεῖον. Ταῖς αὐτῶν οὗν ἱκεσίαις, ἐξάρας τὴν νύκτα, ἐχθρῶν πᾶσαν ἀχλὺν διάλυσον Σῶτερ, καὶ φωτὶ τῷ φρικτῷ τῶν πιστῶν τὰ πλήθη καταύγασον, πρὸς τὸ κράζειν καὶ βοᾶν σοι· Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.
Συναξάριον.
Τῇ ΙΗ΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας.
Στίχοι.
Ἀθανάσιον καὶ θανόντα ζῆν λέγω· Οἱ γὰρ δίκαιοι ζῶσι καὶ τεθνηκότες.
Φυγῆς Κυρίλλου σήμερον μνήμην ἄγει,
Ἀλλ’ οὐ τελευτῆς τῆς ἀειμνήστου κτίσις.
Τάρχυσαν ὀγδοάτῃ δεκάτῃ νέκυν Ἀθανασίου.
Τούτων ὁ μὲν Ἅγιος Ἀθανάσιος ἦν ἐπὶ τοῦ μεγάλου Βασιλέως Κωνσταντίνου· καὶ ἐν τῇ κατὰ Νίκαιαν πρώτῃ Συνόδῳ, μήπω τεταγμένος ἐν Ἐπισκόποις, λόγοις σοφίας καὶ γραφικαῖς ἀποδείξεσι τὸν Ἄρειον κατῄσχυνε. Μετὰ δὲ τὴν τελευτὴν Ἀλεξάνδρου, Ἀρχιεπίσκοπος Ἀλεξανδρείας καταστάς, παρὰ Κωνσταντίνου ἐν διαφόροις ὑπερορίαις ἐλαύνεται· καὶ ἐπὶ δύο καὶ τεσσαράκοντα χρόνοις τοῖς διωγμοῖς ἐναθλήσας, πρὸς Κύριον ἐκδημεῖ.
Ὁ δὲ Ἅγιος Κύριλλος ἦν ἐπὶ τῆς Βασιλείας Θεοδοσίου τοῦ μικροῦ, ἀδελφιδοῦς γεγονὼς Θεοφίλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας, καὶ τοῦ θρόνου αὐτοῦ διάδοχος. Γέγονε δὲ προστάτης τῆς ἐν Ἐφέσῳ Ἁγίας Συνόδου, τῆς τρίτης, καὶ τὸν δυσσεβῆ καθεῖλε Νεστόριον, βλάσφημα πολλὰ κατὰ τῆς Ἁγίας Δεσποίνης ἡμῶν Θεοτόκου δογματίσαντα. Ἐν πολλοῖς οὖν κατορθώμασι διαλάμψας, πρὸς Κύριον ἐξεδήμησεν.
Ὑπῆρχον δὲ κατὰ τὴν ἰδέαν τοῦ σώματος, ὁ μὲν Ἅγιος Ἀθανάσιος μέτριος τὴν ἡλικίαν, ἠρέμα πλατύς, ἔγκυφος, χαρίεις τὸ πρόσωπον, εὔχρους, ἀναφαλαντίας, τὴν ρῖνα ἐπίγρυπος, γενείῳ οὐκ ἐπιμήκει, ἐπιπλάτει δὲ τὰς σιαγόνας πυκάζων, καὶ στόματι βραχεῖ ἐντετμημένος· οὐ πολιὸς ἄγαν, οὐκ ἀκραιφνεῖ τῷ λευκῷ, ἀλλ’ ὑποξανθίζοντι κεχρημένος.
Ὁ δὲ Ἅγιος Κύριλλος βραχύ τι πρὸς τὸ εὐχρούστερον τὴν πρόσοψιν ἀπονενευκώς· ὀφρύσι δασείαις τε καὶ μεγάλαις, εἰς ἁψῖδας κυκλουμέναις, ὑπογράφων τὸ μέτωπον ἐπίρριν τὸ τῶν μυκτήρων διάφραγμα φέρων προσπεπτωκός· ἐντεταμένος τὰς παρειὰς χείλεσι παχυτέροις· τὸ στόμα διεσταλμένος· φαλακρὸς ἐπὶ μετώπῳ βραχεῖ, δασεῖ καὶ ἐπιμήκει τῷ πώγωνι σεμνυνόμενος· οὗλος, ἑκατέραν τὴν τρίχωσιν ὑπόξανθος, μιξοπόλιος. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῇ ἁγιωτάτῃ μεγάλῃ Ἐκκλησίᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης.
Στίχοι.
Τὴν Θεοδούλην ἐκ ξίφους τεθνηκέναι,
Δοῦλοι θεῶν κρίνουσι τῶν ψευδωνύμων.
Αὕτη ὑπῆρχεν ἐκ τῆς Ἀναζαρβέων πόλεως, ἐπὶ τῆς βασιλείας Διοκλητιανοῦ· διὰ δὲ τὴν εἰς Χριστὸν ὁμολογίαν παρέστη τῷ Ἄρχοντι Πελαγίῳ· καὶ ἰσχυρῶς βασανιζομένη, ἐθαυματούργησε, καὶ πολλοὺς ἐπεσπάσατο πρὸς τὴν εἰς Χριστὸν πίστιν, ἐξ ὧν ἦσαν ὁ Κομενταρήσιος καὶ ὁ βοηθὸς Ἑλλάδιος· οἳ καὶ τὰς κεφαλὰς ἀπετμήθησαν. Ἡ δὲ ἁγία ὑπὸ σουβλίων πυρωθέντων διετρυπήθη τοὺς μαστούς· εἶτα ἀπὸ τῶν τριχῶν ἐκρεμάσθη ἐν κυπαρίσσῳ, καὶ τοὺς πόδας μεθ’ ἥλων σιδηρῶν καθηλώθη καὶ μετὰ ταῦτα εἰς κάμινον πυρὸς μετὰ καὶ ἑτέρων Ἁγίων ἐμβληθεῖσα καὶ ἐπὶ πολὺ προσευξαμένη καὶ τὰς χεῖρας ἐκτείνασα καὶ εὐχαριστοῦσα παρέδωκε τὸ πνεῦμα.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ξένη πυρὶ τελειοῦται.
Στίχοι.
Ὁ Χριστὸς ἦλθεν πῦρ βαλεῖν εἰς τὴν γῆν πάλαι,
Ξένη τρέφουσα καρτερεῖ τὸ πῦρ ξένως.
Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Ἀθανασίου. ᾨδὴ ζ΄.
Θ |
εοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὁ |
μότιμον σύνθρονον, Πατρὶ τὸν Λόγον, μονογενῆ τε Υἱόν, ὀρθοδόξως κηρύξας, ἀθανασίας Πάτερ ἐπώνυμε, αὖθις διδάσκεις, τὸ Πνεῦμα Γεννήτορι, καὶ τῷ Υἱῷ συμφυὲς καὶ ὁμοούσιον.
Δ |
ιδάσκαλον κήρυκα, ἱεροφάντην τοῦ τρισηλίου φωτός, διαγγέλλοντα πᾶσιν, ὀρθοδοξίαν μέχρι τερμάτων τῆς γῆς, εὐσεβείας ὁρῶν ὁ γεννήτωρ σε, τοὺς πειρασμοὺς κατὰ σοῦ ἐπανετείνετο.
Ο |
ἱ κίνδυνοι ἄπειροι, οὓς ἔτλης Μάκαρ ἀγωνιζόμενος, ὑπὲρ τῆς εὐσεβείας· οἱ στέφανοι δὲ ὡσαύτως ἄπειροι· καὶ γὰρ ἀδάμας ὑπῆρχες τοῖς παίουσι, πρὸς δὲ σαυτόν, ὡς μαγνῆτις εἷλκες ἅπαντας.
Ξ |
ενίζοντα δόγματα, ἀλλότριά τε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐξορίσας Τριάδα ἐθεολόγησας ὑποστάσεων, Θεότητος δὲ μονάδα, ᾗ ἔψαλλες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Μ |
αρίαν τὴν ἄχραντον, καὶ παναγίαν ἀνευφημήσωμεν· διὰ ταύτης γὰρ χάρις, ἡμῖν πηγάζει τῶν ὑπὲρ νοῦν δωρεῶν, ὡς ἐκ χειμάρρου τῆς θείας νῦν χρηστότητος· ἣν εὐσεβεῖ λογισμῷ, νῦν μακαρίζομεν.
Τοῦ Κυρίλλου.
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.
Ἐ |
ν τῷ Σιναίῳ, ἀκρωτηρίῳ πάλαι γνόφον εἰσδύς, Νόμον εἷλε μάκαρ Κύριλλε, ὁ Μωσῆς ἀναιροῦντα τὸν τοῦ γράμματος*· σὺ δὲ ἀνέπτυξας, τὸ κεκρυμμένον κάλλος τοῦ Πνεύματος.
Ν |
ομοθεσίας, δι’ αἰνιγμάτων ὡς νηπίοις τὸ πρίν, Πάτερ δεδομένης κάλυξι καλυπτά, ὥσπερ ρόδα τὰ νοήματα, σὺ ἀπεκάλυψας, ἑρμηνεύσας τοὺς τύπους σαφέστατα.
Θ |
εοκηρύκων, καὶ θεολήπτων τὰ δυσέφικτα, τεύχη Προφητῶν τῇ χάριτι ἐμπνευσθείς, τοῦ ἐκείνους ἐμφορήσαντος, Πνεύματος Κύριλλε, εἰλικρινῶς ἡμῖν διεσάφησας.
Ἐ |
ν ἀσυγχύτῳ, ἑνώσει θείᾳ καὶ ἀτμήτῳ σαφῶς, Πάτερ διαιρέσει τρεῖς μὲν θεολογῶν, ὑποστάσεις ἔφης Κύριλλε, ἀπαραλλάκτους δέ, ἐν οὐσίᾳ μιᾷ καὶ Θεότητι.
Θεοτοκίον.
Τ |
ὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξί, πανάμωμε Δέσποινα.
Καταβασία.
Σ |
ὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ, ἀκηράτῳ, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τοῦ Ἀθανασίου. ᾨδὴ η΄.
Ἑ |
πταπλασίως κάμινον τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργόν, καὶ Λυτρωτὴν ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἱ |
εραρχῶν, ἀγλάϊσμα, εὐκλεὲς Ἀθανάσιε, στῦλε τοῦ φωτός, τῆς Ἐκκλησίας ἔρεισμα, Τριάδος ὑπέρμαχε, Θεολογίας σάλπιγξ χρυσῆ, βίου τε μονήρους, ἀκριβὴς νομογράφε, ἡμῖν συνεορτάζοις, ἱερεῖς καταρτίζων, λαοὺς πιστοὺς προσάγων, Χριστῷ εἰς τοὺς αἰῶνας.
Σ |
ὺ λαμπροτέραν ἔδειξας, Μυστιπόλε θεόληπτε, τὴν ἱεραρχίαν, τοῖς γενναίοις ἄθλοις σου· τὴν πλάνην ἐξώρισας, ταῖς σαῖς ὑπερορίαις πυκνῶς, ὑπὲρ τῆς Τριάδος, ἣν κηρύττων ἐβόας· Πατέρα προσκυνεῖτε, Υἱὸν θεολογεῖτε, τὸ Πνεῦμα ἀνυμνεῖτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Φ |
ωτὸς ἀδύτου γέγονας, ἐνδιαίτημα Πάναγνε· Φῶς γὰρ τοῖς ἐν σκότει, καὶ σκιᾷ γεγέννηκας, φωτίζον τὰ σύμπαντα, θεογνωσίας χάριτι· ᾧ ἀκαταπαύστως, οἱ πιστοὶ μελῳδοῦμεν· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Κυρίλλου.
Χεῖρας ἐκπετάσας Δανιήλ.
Ὡ |
ς κῦμα θαλάσσης ἀληθῶς, ἐν σοὶ ἐξέβλυσεν, ἡ τῆς σοφίας πηγή· καὶ γὰρ ἀέναοι ἔρρευσαν, ποταμοὶ ἐκ τῆς κοιλίας σου, Πάτερ δογμάτων εὐσεβῶν, καθὼς προέφη Χριστός· ὑπερβαίνει ψάμμον γάρ, τεύχη τὰ σὰ τὰ θεόλεκτα.
Ν |
ομεὺς καὶ διδάσκαλος σοφός, τῆς Ἐκκλησίας δειχθείς, τὰς δύω Κύριλλε, σαφῶς ἀνέπτυξας Ὅσιε, Διαθήκας· ὡς γὰρ ἄγκυραν, καὶ πατρικὸν κλῆρον τοὺς σούς, ἔχουσα λόγους βοᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Λ |
όγου σαρκωθέντος δι’ ἡμᾶς, τοῦ παντεχνήμονος, σὺ τὴν ἀπόρρητον, διδάσκεις ἕνωσιν Κύριλλε, ἀδιαίρετον ἀσύγχυτον, τὰς ἐφ’ ἑκάτερα ροπάς, ἴσως ἐκκλίνας βοῶν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Μ |
αρία Κυρίου τοῦ παντός, κυριευθεῖσάν μου, τὴν παναθλίαν ψυχήν, τοῖς τῆς σαρκὸς δεινοῖς πάθεσι, καὶ αἰσχίστοις πλημμελήμασι, σὺ ἐλευθέρωσον τῇ σῇ, δυνάμει τῇ κραταιᾷ· καὶ παράσχου, λύσιν πταισμάτων, καὶ δόξαν ἀκήρατον.
Καταβασία.
Ἀ |
στέκτῳ πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ἀθανασίου. ᾨδὴ θ΄.
Ἐ |
ξέστη ἐπὶ τούτου ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.
Ἐ |
ξέλαμψεν ὁ βίος ὡς ἀστραπή· ἐξεχύθη δὲ Πάτερ ὁ φθόγγος σου, ὥς περ βροντή, πᾶσιν, οὓς ὁ ἥλιος ἐφορᾷ· ἐξ οὐρανοῦ γὰρ ἔσχηκας, ἄνωθεν τὴν ἔμπνευσιν ἀληθῶς· διὸ οὐκ ἔσβεσέ σου, ὁ πρόξενος τῆς λήθης, τὴν μνήμην τάφος Ἀθανάσιε.
Φ |
ωτὶ τῷ τρισηλίῳ καὶ τριφεγγεῖ, τηλαυγέστερον νῦν ἐλλαμπόμενος, τοῖς ὑμνηταῖς, σοῦ ἀντανακλάσεις αὐγοειδεῖς, διαφανὲς ὡς ἔσοπτρον, ἄνωθεν ἐκπέμπεις ἡλιακάς, καὶ σοὶ συστήσαις Μάκαρ, κἂν μέγα καὶ ἐξόχως, ὑπὲρ ἀξίαν τὸ αἰτούμενον.
Ὑ |
μνοῦντες δυσωποῦμέν σε ἐκτενῶς· Ὑπὲρ τῆς Ἐκκλησίας ἱκέτευε, διὰ Σταυροῦ νίκας δωρηθῆναι τῷ βασιλεῖ· τῇ ὀρθοδόξῳ Πίστει τε, κράτος καθ’ αἱρέσεων δυσμενῶν· ἡμῖν δὲ σωτηρίαν, εἰρήνην τε τῷ κόσμῳ, ἐν τῇ σῇ μνήμῃ Ἀθανάσιε.
Θεοτοκίον.
Σ |
ωτῆρα ὡς τεκοῦσα καὶ Λυτρωτήν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, Πάναγνε πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύσασα· πάντα γὰρ ὡς θέλεις νῦν κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.
Τοῦ Κυρίλλου.
Εὔα μὲν τῷ τῆς παρακοῆς.
Ὕ |
ψωμα Χριστοῦ κατεπαρθὲν τῆς γνώσεως, καὶ τῆς τούτου Θεομήτορος, Κύριλλε ἅπαν κατὰ κράτος, καθεῖλες Νεστορίου τὴν ἄθεον, υἱῶν δυάδα ὡσαύτως καὶ σύγχυσιν, τῶν Ἀκεφάλων τὴν τῶν φύσεων.
Ρ |
ώσει τῶν φρενῶν καὶ φωτισμῷ τῆς χάριτος, τὴν Τριάδα ὁμοούσιον, τόν τε Υἱὸν σεσαρκωμένον, Θεὸν θεολογήσας Μακάριε, ὀφθείς τε τῆς Θεοτόκου ὑπέρμαχος, ἐν τοῖς ὑψίστοις νῦν δεδόξασαι.
Ἄ |
νωθεν ἡμᾶς σοὺς ὑμνητὰς ἀοίδιμε, ἐποπτεύοις Πάτερ ἵλεως, Ἄνακτι νίκας σταυροφόρῳ, βραβεύων καὶ ὑψῶν ταῖς πρεσβείαις σου, τῶν Ὀρθοδόξων τὸ κέρας φαιδρύνων τε, τοὺς τὴν σὴν μνήμην μεγαλύνοντας.
Θεοτοκίον.
Σ |
τειρεύουσαν θείων ἀρετῶν πανάχραντε, Θεοτόκε τὴν καρδίαν μου, δεῖξον Παρθένε καρποφόρον, ἐκ στείρας ἡ τεχθεῖσα βουλήματι, τοῦ πάντα μεταποιοῦντος τῷ πνεύματι, ἵνα ὑμνῶ σε τὴν Πανύμνητον.
Καταβασία.
Ἐ |
ν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τ |
ῆς ὑπερθέου πάνσοφοι, ἀνεδείχθητε μύσται, Τριάδος καὶ ὑπέρμαχοι, Ἀθανάσιε μάκαρ, καὶ Κύριλλε θεοφάντορ, Ἄρειον καθελόντες, καὶ σὺν αὐτῷ Σαβέλλιον, καὶ Νεστόριον αὖθις, τὸν δυσσεβῆ, καὶ σὺν τούτοις ἅπασαν ἄλλην πλάνην, τῶν δυσσεβῶν αἱρέσεων, Ἱεράρχαι Κυρίου.
Θεοτοκίον ὅμοιον.
Ὄ |
ρος Θεοῦ πανάγιον, καὶ λυχνίαν καὶ στάμνον, καὶ κιβωτὸν καὶ τράπεζαν, ράβδον τε καὶ πυρεῖον, καὶ θεῖον θρόνον καὶ πύλην, καὶ ναὸν καὶ παστάδα, ὑμνήσωμεν θεόφρονες, τὴν ἁγνὴν καὶ Παρθένον· ἐξ ἧς Θεός, σαρκωθεὶς ἀτρέπτως, καὶ ὑπὲρ φύσιν, ἐθέωσε τὸ πρόσλημμα, ἀπορρήτῳ ἑνώσει.
Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δ |
εῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν μνήμην τῶν ἐνδόξων, Διδασκάλων τιμῶντες· ἐν Πνεύματι γὰρ θείῳ καθεῖλον ὀφρύν, ἀκαθέκτων αἱρέσεων· καὶ θεοφθόγγοις διδάγμασι τὴν Χριστοῦ, Ἐκκλησίαν ὑπεστήριξαν.
Ὀ |
ρθοδοξίας ἀκτῖσι περιλαμπόμενοι, οἱ νοητοὶ ἀστέρες, ὑπερηύγασαν λόγοις· ὁ μὲν γὰρ τὴν Ἀρείου θεοστυγῆ, γλωσσαλγίαν ἐφίμωσεν· ὁ δὲ Νεστόριον αὖθις καὶ ἐμμανῆ, καταβέβληκε Σαβέλλιον.
Τ |
ὴν ἱερὰν Ξυνωρίδα τῶν Διδασκάλων ἡμῶν, τοὺς ζηλωτὰς Κυρίου, εὐφημήσωμεν ὕμνοις, Κύριλλον τὸν θεῖον, φλόγα πυρός, καὶ στερρὸν Ἀθανάσιον· ἐν οὐρανοῖς γὰρ συνόντες ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύουσι.
Τ |
αῖς ἱκεσίαις τῶν θείων Ἱεραρχῶν σου Χριστέ, ἐπίσκεψαι ἐξ ὕψους, ἐκλογάδα σου ποίμνην, ἐν μέσῳ νεμομένην λύκων δεινῶν, ὧν τὰ θράση κατάβαλε· οὐ γὰρ ἐπαύσατο ἔτι καὶ νῦν ἰδού, τῶν αἱρέσεων τὰ σκάνδαλα.
Δόξα, Ἦχος πλ. α΄.
Δ |
εῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε τῶν πιστῶν ἡ ὁμήγυρις, δεῦτε ὀρθοδόξων χορεῖαι, ᾄσμασιν ἐγκωμίων στέψωμεν, τὴν ἀεισέβαστον δυάδα τῶν Διδασκάλων ἡμῶν· οὗτοι γὰρ πάντα ζόφον κακίστης αἱρέσεως, πᾶσαν ἀπάτην τῶν δυσμενῶν, νεανικῶς καθελόντες, τῇ ἀηττήτῳ τοῦ Πνεύματος ἰσχύϊ, τὸν κόσμον κατηύγασαν, θεογνωσίας ἐλλάμψεσι· καὶ νῦν πρεσβεύουσιν ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτῶν.
Καὶ νῦν, Θεοτοκίον.
Μ |
ακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη.
Εἰς τὴν Λειτουργίαν.
Τυπικὰ καὶ ἐκ τῶν Κανόνων ᾨδὴ γ΄ καὶ ς΄.
Επιστροφή
ΕΠΙ ΤΗ ΑΝΑΚΟΜΙΔΗ ΤΟΥ ΛΕΙΨΑΝΟΥ
ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ
Τῌ Β΄ ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ μεγάλου, Πατριάρχου Ἀλεξανδρείας.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ΄ καὶ τοῦ Ἁγίου γ΄.
Προσόμοια τοῦ Ἁγίου
Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἦχος δ΄.
Δ |
ιωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον, καὶ τὴν ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίσας τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, ἱερουργὲ ἱερώτατε.
Ἀ |
στραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὠς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας, διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι.
Ἀ |
ρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως θεόπνευστε, καὶ χρισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον, ἱερουργὸς ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ ποιμὴν ἀληθινός, καὶ τῆς πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.
Δόξα. Ἦχος πλ. β΄. Γερμανοῦ.
Χ |
ριστοῦ τὸν Ἱεράρχην, ὑμνήσωμεν ἅπαντες Ἀθανάσιον· ὅτι Ἀρείου τὰ διδάγματα πάντα κατήργησε, καὶ τῆς Ἁγίας Τριάδος τὸ κράτος, εἰς πάντα τὸν κόσμον τρανῶς καταγγέλλει, ἕνα Θεὸν ἐν τρισὶ προσώποις ἀμέριστον, ᾧ καὶ πρεσβεύει ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτοῦ.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὴν Λιτήν, Δόξα, Ἦχος γ΄.
Γερμανοῦ Πατριάρχου.
Ἡ |
μεγάλη τῆς Ἐκκλησίας σάλπιγξ, ὁ πολύαθλος Ἀθανάσιος, πρὸς εὐωχίαν σήμερον συγκαλεῖται τὴν οἰκουμένην φαιδρῶς. Πάντες πιστοί, πρὸς τὴν πανήγυριν ὑπαντήσωμεν τοῦ καλοῦ ποιμένος, ὕμνοις γεραίροντες τοὺς ἱεροὺς αὐτοῦ πόνους, ὅπως ταῖς πρεσβείαις αὐτοῦ, λάβωμεν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χ |
αίροις τῶν ἀρετῶν ὁ κανών, ὁ ὑπὲρ πίστεως ἀθλήσας στερρότατα, καὶ λύσας τὴν τοῦ Ἀρείου, κακοδοξίαν νευραῖς, τῶν σεπτῶν σου λόγων Ἀθανάσιε, τρανῶς ἐκδιδάσκων, μιᾶς Θεότητος δύναμιν, ὁριζομένην, ἐν τρισὶν ὑποστάσεσι, παρ’ ἧς ἅπαντα, νοητὰ καὶ φαινόμενα, μόνην δι’ ἀγαθότητα, παρήχθη πρὸς γένεσιν, καὶ σαφηνίζων τῆς θείας, δημιουργίας τὰ δύσληπτα. Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος.
Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν.
Χ |
αίροις Πατριαρχῶν ἡ κρηπίς, σάλπιγξ ἡ εὔηχος, ὁ νοῦς περίβλεπτος, ἡ γλῶσσα ἡ ὀξυτάτη, ὁ διαυγὴς ὀφθαλμός, τῶν ὀρθῶν δογμάτων ἡ σαφήνεια· ποιμὴν ἀληθέστατος, ὁ λαμπτὴρ ὁ φανότατος· πέλεκυς κόπτων, ὕλην πᾶσαν αἱρέσεων, καταφλέγων τε, τῷ πυρὶ τῷ τοῦ Πνεύματος· στῦλος ὁ ἀπερίτρεπτος, ὁ πύργος ὁ ἄσειστος· ὁ τῆς Τριάδος κηρύξας, τὴν ὑπερούσιον δύναμιν, τρανῶς· ἣν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Στίχ. Οἱ ἱερεῖς σου Κύριε ἐνδύσονται.
Χ |
αίροις ἀτελευτήτου ζωῆς, ἐπωνυμίᾳ ἀληθῶς κλεϊζόμενος· τρυγών τε ὡραιοτάτη, σὺν νεοττοῖς ἱεροῖς, καὶ τῷ ὁμοζύγῳ ἐκπετάσασα, ἐκ γῆς πρὸς οὐράνια, ἔνθα νέφος εὐφραίνεται, σεπτῶν Μαρτύρων· ἔνθα φῶς τὸ ἀνέσπερον· ὅπου ἄπαυστος, εὐφροσύνη γνωρίζεται, τάγματα ἐπουράνια, Ἁγίων λαμπρότητες· ὅπου ὁ ἦχος ὁ θεῖος, ἑορταζόντων ἀκούεται· Χριστὸς ἔνθα πέλει, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.
Δόξα. Ἦχος γ΄. Γερμανοῦ.
Π |
άλιν ἡμῖν ὁ χρυσορρόας Νεῖλος, καὶ τῆς ἀθανασίας ἐπώνυμος, διὰ τῆς ἐτησίου μνήμης ἐπιδημῶν ταῖς καλαῖς ἀναβάσεσι, πλημμυρεῖ τὰ χρυσόρρειθρα τῆς ἀθανασίας χεύματα· καὶ τροφὴν ἀμβροσίας καρποδοτῶν, διὰ τῆς ὑψηλῆς θεηγορίας, Τριάδος ἀδιαίρετον κράτος ἐκδιδάσκει προσκυνεῖν· καὶ πελαγίζων τὰ θεῖα διδάγματα, τῶν πιστῶν κατάρδει τὰς διανοίας, καὶ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Ἀπολυτίκιον. Ἦχος γ΄.
Σ |
τῦλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατῄσχυνας Ἄρειον· Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ τῆς Ἑορτῆς. Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος γ΄. Θείας πίστεως.
Θ |
είοις δόγμασιν ὀρθοδοξίας, Πάτερ, ὥπλισας τὴν Ἐκκλησίαν· ταῖς διδαχαῖς σου τὰς αἱρέσεις ἐξέτεμες· τῆς εὐσεβείας τὸν δρόμον τετέλεκας, καὶ ὡς ὁ Παῦλος τὴν πίστιν τετήρηκας· λοιπὸν ἀπόκειται, καὶ σοὶ παναοίδιμε, ὁ δίκαιος τῶν πόνων σου στέφανος.
Δόξα, καὶ νῦν. Τῆς Ἑορτῆς.
Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Ὥ |
σπερ ἄστρον ἄδυτον καὶ μετὰ πότμον, σῶν δογμάτων λάμψεσι, φωταγωγεῖς διὰ παντός, τῶν Ὀρθοδόξων τὸ πλήρωμα, ἱερομύστα σοφὲ Ἀθανάσιε.
Δόξα, καὶ νῦν. Τῆς Ἑορτῆς.
Οἱ Κανόνες τοῦ Πάσχα καὶ τοῦ Ἁγίου.
Καταβασίαι τοῦ Πάσχα.
Ὁ Κανὼν τοῦ Ἁγίου.
ᾨδὴ α΄. Ἦχος γ΄.
ᾌσωμεν τῷ Κυρίῳ.
Ὡ |
ς ἀθάνατον ἐν Ἐκκλησίᾳ, κεκτημένον εὔκλειαν, ἐν θεοπνεύστοις λόγοις, πάντες Ἀθανάσιον τιμήσωμεν ἀξίως, ὅν περ καὶ μετὰ θάνατον, ἐδόξασε Χριστὸς ὁ Θεός, ὡς οἰκεῖον θεράποντα.
Ε |
ἰς θεωρίας βάθος ἐκταθεὶς τὰς φρένας, ἐν Ἁγίῳ Πνεύματι, ἱερομύστα Πάτερ, τὸν πλοῦτον ἀνίχνευσας τῶν θείων λογίων, καὶ τὸν κόσμον ἐπλούτισας.
Τ |
οὺς ἐν πελάγει πλάνης, χειμαζομένους Πάτερ, ὡς πυρσὸς μετάρσιος ἐνθέων διδαγμάτων, ἰθύνεις ἑκάστοτε τῇ γαλήνῃ τῶν λόγων σου, πρὸς λιμένα τῆς χάριτος.
Θεοτοκίον.
Ὑ |
μνοῦμέν σε Παρθένε, Θεοτόκε ἁγνή, χερουβικὸν ὄχημα, ἐξ ἧς Θεὸς ἐτέχθη· σὺ γὰρ μόνη γέγονας πηγὴ ἀφθαρσίας, πηγάζουσα πᾶσι ζωήν, ἀφ’ ἧς ἀρυόμενοι, ἰάματα λαμβάνομεν.
ᾨδὴ γ΄.
Ἐστερεώθη ἡ καρδία μου.
Τ |
αῖς ἀστραπαῖς τῶν λόγων σου Ἱεράρχα, τὴν τυφλὴν ἡμαύρωσας τοῦ Ἀρείου διδασκαλίαν, γενόμενος ὀφθαλμὸς τῶν πιστῶν.
Ἐ |
ξυφανθέντα πόνοις σου καὶ ἱδρῶσιν, ἐνεδύσω Ὅσιε τὸν ποδήρη, τῆς ἀληθείας ἐν χάριτι, ἱερουργήσας Χριστῷ.
Ὡ |
ς ταξιάρχης παραστάσεως θεολέκτου, συνασπισμὸν διέκοψας θεομάχων, τῇ μαχαίρᾳ τοῦ Πνεύματος ὁπλισάμενος.
Θεοτοκίον.
Ἡ |
τὸν Θεὸν ἐν μήτρᾳ σου δεξαμένῃ, καὶ τεκοῦσα τοῦτον σεσαρκωμένον, καὶ ἀνθρώπους τῆς φθορᾶς ἀπαλλάξαντα, Θεοτόκε ἱκέτευε σωθῆναι ἡμᾶς.
Τὸ Κοντάκιον τῆς Ἑορτῆς, Εἶτα Κάθισμα τοῦ Ἁγίου.
Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Τ |
ὴν τῶν αἱρέσεων πλάνην διήλεγξας, καὶ τὴν ὀρθόδοξον, πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης εὐσεβής, ἐκήρυξας ἐν τῷ κόσμῳ, μίαν τὴν θεότητα, ἐν Τριάδι γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον· διὸ καὶ συνελθόντες ἐν πίστει, Ἀθανάσιε Πάτερ, τελοῦμεν τὴν μνήμην σου.
Δόξα, καὶ νῦν. Τῆς Ἑορτῆς.
ᾨδὴ δ΄.
Εἰσακήκοα τὴν ἀκοήν σου.
Π |
ᾶσαν ἥρδευσας τὴν οἰκουμένην, Ὅσιε Πάτερ, τὴν πηγὴν ἐν τῇ καρδίᾳ σου, τῆς ζωῆς κεκτημένος.
Ἀ |
νεπλήρωσας ἐν τῇ σαρκί σου, Ὅσιε Πάτερ, τοῦ Κυρίου τὰ παθήματα, ὑπὲρ τῆς Ἐκκλησίας αὐτοῦ.
Δ |
ιωκόμενος ὑπὸ ἀθέων, Ὅσιε Πάτερ, ἀπεδίωξας τῆς ποίμνης σου, ἀρειόφρονα πλάνην.
Θεοτοκίον.
Μ |
ήτηρ ἄχραντε εὐλογημένη, ἁγνὴ Παρθένε, τοὺς ὑμνοῦντάς σε περίσῳζε ἀπὸ πάσης ἀνάγκης.
ᾨδὴ ε΄.
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.
Δ |
ικαιοσύνην μάθετε οἱ ἐνοικοῦντες τὴν γῆν, Ἀθανασίου τοῖς λόγοις παιδευόμενοι· στόμα γὰρ τοῦ Λόγου τοῦ πρὸ αἰώνων, ἀνεδείχθη διὰ πίστεως.
Π |
ύργος φανεὶς Μακάριε ἀκατάβλητος, τῆς Ἐκκλησίας Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, πάσας τοῦ Ἀρείου, μηχανουργίας διεσάθρωσας.
Τ |
αῖς ἱκεσίαις Κυρίου τοῦ Ἱεράρχου σου, τοὺς οἰκτιρμούς σου ἡμῖν ἀντικατάπεμψον, καὶ τῆς βασιλείας σου, ἀξίους ποίησον ὡς εὔσπλαγχνος.
Θεοτοκίον.
Τ |
ὴν ἐκ Δαυῒδ βλαστήσασαν ἀνυμνήσωμεν, ὡς τὸν Υἱὸν τοῦ Θεοῦ συλλαβοῦσαν ἐν γαστρί, καὶ σαρκὶ τεκοῦσαν, καὶ μείνασαν Παρθένον μετὰ τόκον ἁγνήν.
ᾨδὴ ς΄.
Ἐβόησα ἐν στεναγμοῖς ἀσιγήτοις.
Π |
αράδεισον ἀληθῶς ἀπειργάσω, μάκαρ τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, κατασπείρας ἐν αὐτῇ τὸν λόγον τὸν εὐσεβῆ, καὶ τῶν αἱρέσεων, ἐκτεμὼν τὰς ἀκάνθας.
Τ |
ῆς χάριτος ποταμὸς θεοφόρε, Νεῖλος ἐδείχθης νοητός, καρποδότης εὐσεβῶν διδαγμάτων τοῖς πιστοῖς, ποτίζων ἅπαντας, καὶ τὰ πέρατα τρέφων.
Θεοτοκίον.
Τ |
ὴν ἄχραντον ἀνυμνοῦμεν Μητέρα, τὴν μετὰ τόκον Παρθένον, τὴν χωρήσασαν γαστρὶ τὸν ἀχώρητον παντί, τὸν συναΐδιον τῷ Πατρί, καὶ τῷ Πνεύματι Λόγον.
Κοντάκιον. Ἦχος β΄.
Τοῖς τῶν αἱμάτων σου.
Ὀ |
ρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, καὶ τὸν τῆς πίστεως σπόρον ἐπλήθυνας, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διὸ εὐφημοῦμεν τὴν μνήμην σου.
Ὁ Οἶκος.
Ἀθανασίου τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς οἱ πιστοὶ ἀνευφημήσωμεν σήμερον· οὗτος γὰρ Ἄρειον τὸν πλάνον, καὶ Εὐνόμιον ἅμα σὺν Σαβελλίῳ, τοῖς τῆς Ἀληθείας κατέβαλε δόγμασι, πυρὶ τῷ αἰωνίῳ παραδοὺς αὐτοὺς κατακαίεσθαι, ὡς βλασφημήσαντας ἄδικα κατὰ τῆς τοῦ Σωτῆρος σαρκώσεως, ἣν πάντες Προφῆται προκατήγγειλαν· διὸ εὐφημοῦμεν τὴν μνήμην αὐτοῦ.
Συναξάριον.
Τῇ Β΄ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου, Πατριάρχου Ἀλεξανδρείας.
Στίχοι.
Ἀθανάσιε, ποῦ κομίζῃ; μὴ πάλιν
Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε;
Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου.
Οὗτος ὁ Ἅγιος ἀγγελικὸν βίον ἐπὶ γῆς διήνυσε. Τοὺς δὲ ὑπὲρ τῆς Ὀρθοδόξου Πίστεως ἄθλους, καὶ τὰς κατὰ τῶν κακοδόξων ἐνστάσεις, καὶ τὰς ἐπὶ συχνῷ ἀδίκους ὑπεροπίας, καὶ τὰς ἐπὶ ματαίῳ συκοφαντίας, ἃς ὑπήνεγκεν, ἄλλαι τε γραφαὶ διεξοδικώτερον, καὶ ὁ Θεολόγος Γρηγόριος ἐκτίθεται· ὅθεν καὶ διηγήσασθαι τὰ πολλαχῶς ὑπὸ πολλῶν εἰρημένα, μὴ δυνάμενοι, μικρά τινα πρὸς ὑπόμνησιν εἴπωμεν ἐν ἐπιτόμῳ.
Ἀθανάσιος, ὁ τῆς ἀθανασίας ἐπώνυμος, πατρίδα μὲν ἔσχε τὴν Αἴγυπτον, πατέρας δὲ πλούτῳ κομῶντας καὶ ἀρετῇ· παρ’ οἷς ἐκτρεφόμενος, παῖς ὢν ἔτι κομιδῇ, ἅμα παισὶν ἀθύρουσιν, ἐπί τινα τῆς θαλάσσης ἀκτὴν παραγίνεται, ἐν ᾗ παιδιᾷ τινι τοιᾷδε ἐχρῶντο· Εἰς πρεσβυτέρους καὶ διακόνους ἑαυτοὺς ἀποτάξαντες, τὸν Ἀθανάσιον χειροτονοῦσιν ἐπίσκοπον· προσήγοντό τε παῖδες αὐτῷ, μήπω τῷ θείῳ Βαπτίσματι κεκαθαρμένοι, οὓς Ἀθανάσιος τῷ τῆς Ἀλεξανδρείας ἔφορος Ἀλέξανδρος θεασάμενος οὕτω συνενεχθέν, ὑπερθαυμάζει μέν· γνοὺς δὲ τῷ Πνεύματι, ὡς μελλόντων· εἴη τὰ δρώμενα τύποι καὶ προμηνύματα, τοὺς μὲν παῖδας τῷ θείῳ μύρῳ ἐπιχρίσας τελειοῖ, Ἀθανάσιον δὲ γραμματιστῇ τινι παραδίδωσιν. Εἶτα πρὸς μέτρον ἡλικίας φθάσαντα, διάκονον χειροτονήσας, ἐν τῇ κατὰ Νίκαιαν πρώτῃ Συνόδῳ συνεργὸν προσλαμβάνει, καὶ μετ’ αὐτοῦ τοὺς τὰ Ἀρείου φρονοῦντας ἀπεκήρυξεν.
Οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ Ἀλεξάνδρου τὸν βίον λιπόντος, Ἀθανάσιος τὸν ἐκείνου θρόνον διαδέχεται. Ἀλλ’ οἱ περὶ Εὐσέβιον, τὴν προχείρισιν πράως οὐκ ἐνεγκόντες, πείθουσι Κωνσταντῖνον, τὸν πρώτως χρηματίσαντα Βασιλέα Χριστιανῶν, ἀπελάσαι τοῦ θρόνου τὸν Ἀθανάσιον. Ἀλλὰ Κωνσταντῖνος μέν, μετὰ τὸν ἐν Γαλλίαις ὑπερορίσαι τὸν Ἅγιον, καταλύει τὸν βίον. Ἀθανάσιος δὲ τῷ τούτου υἱῷ Κωνσταντίῳ πρὸς λόγους ἐν Ρώμῃ ἐλθών, γράμμασιν ὀχυρωθεὶς τῇ Ἀλεξανδρείᾳ ἐφίσταται. Τοῦτο πρὸς γνῶσιν Εὐσεβίῳ καὶ τοῖς περὶ αὐτὸν ἐλθόν, ἠρεμεῖν οὐκ εἴα· διὸ καὶ πᾶν εἶδος συκοφαντίας συμφορήσαντες, παρασκευάζουσι Κωνστάντιον τὸν τῆς Ἀνατολῆς Βασιλέα σύνοδον Ἐπισκόπων ἀθροίσαντα, ὑπὸ τὴν κρίσιν ἐλθεῖν τὸν Ἀθανάσιον. Πολλῶν δὲ ὄντων τῶν κατηγορημάτων, ἑνὸς μόνου ἐπιμνησθήσομαι.
Χεῖρα τεταριχευμένην ξυλίνῃ λάρνακι θέντες προσκομίζουσιν, Ἀρσενίου ταύτην λέγοντες εἶναι, ὃν ἀνῃρηκέναι τὸν Ἁθανάσιον ἐπὶ γοητείᾳ διεθρυλοῦντο. Καὶ κατὰ Θεοῦ πρόνοιαν ἐν Τύρῳ τοῦ Ἀρσενίου κατάραντος (ἐκρύπτετο γὰρ ὑπὸ τῶν Ἀρειανῶν, ἵνα μὴ τὸ δρᾶμα κατάφορον γένηται). Ἀθανάσιος τὸν νεκρὸν παρεῖναι μηνύεται· καὶ περιτυχὼν αὐτῷ, τῆς εἰς τὸ κριτήριον κυρίας καταλαβούσης, αὐτὸν περικεκαλυμμένον παρεισάγει. Καὶ δὴ πυνθάνεται τῶν παρόντων, εἴ τινες εἶεν προεγνωκόπτες τὸν Ἀρσένιον. Πολλῶν δὲ φησάντων τὸν ἄνδρα εἰδέναι, ἀποκαλυψάμενος αὐτόν, «Εἰ οὗτος εἴη», προσετίθει τὴν ἐρώτησιν. Τῶν δὲ συγκαταθεμένων, τὴν δεξιὰν ὑποδείξας χεῖρα, εἶτα καὶ τὴν ἄλλην, ἔφη· «Ἰδοὺ ἡ δεξιά, ἰδοὺ ἡ ἀριστερά, ἃς παρὰ τοῦ Δημιουργοῦ τῶν ὅλων οἱ ἐξ Ἀδὰμ ἐκληρώθημεν ἄνθρωποι· τρίτην δέ μοι χεῖρα τῷ Ἀρσενίῳ ἐπιζητείτω μηδείς». Οἱ δὲ αἰσχύνης πλησθέντες ἐπὶ τοῦτο λάθρα τῆς πόλεως ἔξεισι, καὶ εἴς τινα λάκκον ζοφώδῃ, καὶ δεινῶς ἄνυδρον καθεὶς ἑαυτόν, ἕκτον ἔτος ἐκρύπτετο. Ἔπειτα τοῦ λάκκου ὑπεξελθών, πρὸς τὴν Ἑσπέραν καταίρει. Κώνστας δὲ τηνικαῦτα, ὁ Κωνσταντίου ἀδελφός, τὴν ταύτης διεῖπεν ἀρχήν. Τούτῳ παραβαλὼν ὁ μέγας καὶ Ἰουλιανῷ τῷ Πάπᾳ, τὰ κατ’ αὐτὸν ἐτραγῴδει· οἵτινες, γράμμασι τὸν Ἅγιον ὀχυρώσαντες, εἰς Ἀλεξάνδρειαν πέμπουσι.
Τοῦτο Κωνστάντιος ὡς ἔγνω, Συριανῷ τινι κελεύει ἐκεῖσε ἀφικομένῳ, Ἀθανάσιον μὲν ἀνελεῖν, Γρηγόριον δὲ τῷ θρόνῳ ἐγκαθιδρῦσαι. Ὁ δὲ τὰς ἐκείνου χεῖρας διαφυγών, εἰς Ρώμην αὖθις ἀπαίρει. Καὶ ὁ Κώνστας γράφει τῷ ἀδελφῷ Κωνσταντίῳ ἀποκαταστῆσαι τῷ θρόνῳ τὸν Ἀθανάσιον, ἀπειλήσας ὡς, εἰμὴ ποιήσῃ τοῦτο, τοῖς οἰκείοις ὅπλοις αὐτὸν ἀποκαταστῆσαι. Ὁ δὲ Κωνστάντιος ἐν ὀρρωδίᾳ γενόμενος, ἀποκαθίστησι τῇ Ἀλεξανδρέων Ἐκκλησίᾳ τὸν Ἅγιον Ἀθανάσιον· μετὰ μικρὸν δὲ καὶ Κώνστας καταλύει τὸν βίον.
Κωνστάντιος δὲ Αὐτοκράτωρ ἀναγορευθείς, πέμπει τοὺς συλληψομένους τὸν Ἅγιον· ὅπερ προγνοὺς ὁ μέγας, τοῦ ἐπισκοπείου ὑπεξελθών, ἐπί τι γύναιον καταφεύγει, παρθενίᾳ καὶ ταῖς ἄλλαις ἀρεταῖς σεμνυνόμενον· ἥτις, τῆς φυγῆς τὴν αἰτίαν μαθοῦσα, ἀσμένως τὸν Ἅγιον ὑποδέχεται· διηκόνει τε τούτῳ, καὶ πᾶσαν ἄλλην δεξίωσιν καὶ θεραπείαν παρείχετο. Ἕκτος ἐνιαυτὸς τῷ μεγάλῳ παρὰ τῇ φιλοθέῳ γυναικὶ κρυπτομένῳ ἠνύετο. Καὶ δὴ Κωνστάντιος μὲν καταλύει τὸν βίον. Ἰουλιανὸς δὲ τῆς βασιλείας κρατεῖ. Αὐτίκα οὖν Ἀθανάσιος μέσαις νυξὶ τοῦ οἰκήματος ἐξελθών, ἐν μέσῳ τῆς Ἐκκλησίας εὑρίσκεται, ἐφ’ ᾧ, ὅπως ἡ πόλις συνέδραμεν ἅπασα κροτοῦντες, εὐχαριστοῦντες οὐ τοῦ παρόντος λέγειν καιροῦ.
Ἰουλιανὸς δὲ πάντα περὶ ἐλαχίστου θέμενος, τοῦτο προηγούμενον προβάλλεται σπούδασμα, μὴ μόνον τοῦ θρόνου ἀπελάσαι, ἀλλὰ καὶ τῆς ζωῆς ἐξῶσαι τὸν Ἅγιον. Πέμπει γοῦν τοὺς ἀναιρήσοντας· ὁ δὲ καὶ αὖθις ἄληπτος ἦν καὶ ἀχείρωτος· νύκτωρ γὰρ παρὰ τὸν Νεῖλον ἐλθών, πλοίου ἐπιβάς, πρὸς Θηβαΐδα ἀπέπλει. Ὡς δὲ πλησίον ἦσαν οἱ διώκοντες παρακρουσάμενος αὐτοὺς ὑποστρέφει, καὶ πρὸς Ἀλεξάνδρειαν καταίρει· κἀκεῖ κρυπτόμενος διελάνθανεν, ἕως οὗ Ἰουλιανὸς ἐν τοῖς ζῶσιν ἐξητάζετο. Καὶ τούτου δὲ τὴν ζωὴν καταλύσαντος, Ἰοβιανὸς Βασιλεὺς ἀνηγόρευται. Ἀλλὰ καὶ τούτου τάχιστα ἐξ ἀνθρώπων γεγονότος, Οὐαλεντινιανὸς τῆς Ρωμαίων κρατεῖ, καὶ ποιεῖται ταύτης κοινωνὸν τὸν ἀδελφὸν Οὐάλεντα, ὁ μὲν γὰρ τὴν Ἑσπέραν, ὁ δὲ τὴν Ἑῴαν διεῖπεν. Ὅς, εἰς κόρον τῶν τοῦ Ἀρείου θολερῶν ναμάτων πάλαι ἐμφορηθείς, πάντας μὲν τοὺς τῶν ὀρθῶν δογμάτων ἀντεχομένους, μυρίαις αἰκίαις καὶ κολάσεσι περιέβαλεν, Ἀθανάσιον δὲ ἐλεῖν θερμὴν ἐτίθετο σπουδήν. Μέλλων οὖν ὁ Ἅγιος ἁλώσιμος ἔσεσθαι, εἴς τινα πατρῷον τάφον καταδύς, τὰς τῶν φονευόντων ἀποδιδράσκει χεῖρας. Ἐπεὶ δὲ ἐπύθετο τραχυνόμενον τὸν τῶν Ἀλεξανδρέων δῆμον, ἐπιτρέπει τω Ἀθλητῇ καὶ ἄκων τὴν τῆς Ἐκκλησίας προστασίαν. Καὶ οὕτω, μετὰ τοὺς πολλοὺς ἄθλους, καὶ τὰς μακρὰς ὑπερορίας, ἐπὶ δύο καὶ τεσσαράκοντα χρόνους τοῖς διωγμοῖς ἐγκαρτερήσας, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Ἑσπέρου καὶ Ζωῆς τῆς συμβίου αὐτοῦ, καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου.
Οὗτοι οἱ Ἅγιοι, Ἕσπερος καὶ Ζωή, ὑπῆρχον ἐπὶ Ἀδριανοῦ τοῦ Βασιλέως, δοῦλοι μὲν ὄντες τὰ σώματα ἐν Ἰταλίᾳ Κατάλλου τινὸς καὶ Τετραδίας τῆς γυναικὸς αὐτοῦ, ἀποίκων ὄντων Ρωμαίων, οἱ ἐκ Παμφυλίας τούτους ὠνῄσαντο· ἐλεύθεροι δὲ τὰς ψυχάς. Ὅθεν οὐδὲ τῷ σώματι δουλεύειν ἐπὶ πολὺ ἠνέσχοντο ἀσεβέσι δεσπόταις, οἱ ἀντὶ τοῦ Ποιητοῦ καὶ πάντων Δημιουργοῦ, τιμῶσι καὶ προσκυνοῦσιν εἴδωλα. Τοῦ γὰρ Κυριακοῦ καὶ Θεοδούλου τῶν τέκνων αὐτῶν, πρὸς τὴν οἰκείαν μητέρα, μηκέτι συνοικεῖν τοῖς ἀσεβέσιν, ἀλλ’ ἐξ αὐτῶν χωρίζεσθαι, ἵνα μὴ σὺν αὐτοῖς ἀπόλωνται, διεξελθόντων· τῆς δέ, ὅτι κύριοι ἡμῶν εἰσιν εἰπούσης, τῶν δὲ τῷ τοῦ Χριστοῦ αἵματι ἐλευθερωθῆναι βοώντων, ἤδη τῆς μητρὸς συνειπούσης αὐτοῖς ἐπιρρωσθέντες, καὶ παραγενόμενοι πρὸς τὸν Κατάλλον, τὸν μὲν Κύριον Ἰησοῦν Χριστόν, Δεσπότην τῶν ἑαυτῶν εἶπον ψυχῶν, τύχῃ δέ τινι τὴν τῶν σωμάτων αὐτῶν ἔχειν κυριότητα· εἶναι δὲ προτιμοτέραν αὐτοῖς τὴν τοῦ Χριστοῦ ἐξουσίαν· Πειθαρχεῖν γὰρ δεῖ, φασί, μᾶλλον Θεῷ, ἢ ἀνθρώποις.
Ἐκπλαγέντος οὖν ἐπὶ τοῦτο τοῦ Κατάλλου, τέως μεταπέμπονται μετὰ τῆς μητρὸς ἐν τῷ Τριτωνίῳ πρὸς Ἕσπερον τὸν Πατέρα αὐτῶν. Ὕστερον δέ, γενέθλια τοῦ τεχθέντος παιδὸς ἐκτελῶν ὁ Κάταλλος, ἐκ τῶν παρεσκευασμένων οἶνον καὶ κρέας αὐτοῖς ἔγνωκεν ἀποστεῖλαι, πειρώμενος εἰ μεταλήψοιντο τῶν εἰδωλοθύτων· Ἀντὶ δὲ τοῦ μεταλαβεῖν αὐτούς, τοῖς κυσὶ βαλούσης ταῦτα τῆς μητρὸς αὐτῶν Ζωῆς, ὡς ὁ Κάταλλος ἐπύθετο, τὴν ὀργὴν ἀνάψας, πρῶτον μὲν τὰ νήπια κρεμασθῆναι κελεύει, καὶ σιδηροῖς ὄνυξι καταξέεσθαι· οἷς ἐπεφώνουν καὶ παρεθάρρυνον οἱ γεννήτορες μὴ ἐνδοῦναι, ἀλλὰ καρτερεῖν μέχρι τέλους, καὶ πρὸς τὸν μαρτυρίου στέφανον ἀποβλέπειν. Ἔπειτα δὲ κατενεχθῆναι, καὶ μετὰ τῆς μητρὸς τυφθῆναι σφοδρῶς. Εἶτα ἐκκαυθῆναι κλίβανον, καὶ τοὺς Ἁγίους ἐμβληθῆναι· ἐν ᾧ γενόμενοι, τὰς ἑαυτῶν ψυχὰς ἀπέδωκαν τῷ Θεῷ. Ἕωθεν δέ, φωνῶν ἐν τῷ κλιβάνῳ ἐνηχουμένων, ὥσπερ ψαλλόντων τινῶν, διανοίξαντες, οὐδένα εὗρον, εἰμὴ τοὺς Ἁγίους μόνον, ἐν σχήματι καθευδόντων, κατὰ ἀνατολὰς τετραμμένους. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρίῳ τῷ ὄντι ἐν τῷ Δευτέρῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Τρεῖς παῖδες ἐν Καμίνῳ.
Ὡ |
ς σίμβλον τὴν καρδίαν, τῶν καλῶν ἐργασάμενος, ἀναβλύζεις γλυκασμὸν ὀρθοδοξίας ἡμῖν, ὃν τρυγῶντες βοῶμεν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἀ |
θέων δυναστείαν, οὐ κατέπτηξας Ὅσιε, εὐσεβοῦς δὲ παρρησίας ἐμπιπλάμενος, πνεύματι ἀνεβόας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τ |
οῦ Πνεύματος ὑπάρχων, ἀδιαίρετος Ὅσιε, διετήρησας ἀμέριστον τὸ κήρυγμα, τῆς Τριάδος κραυγάζων· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
Ἐ |
τέχθης ἐκ Παρθένου, ὡς εὐδόκησας Κύριε, καὶ ἐρρύσω ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν· διὰ τοῦτο βοῶμεν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄.
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρός.
Κ |
αὶ τοῖς πράγμασι σαφῶς, ἀνεδείχθης Ἀθανάσιος, τῇ οἰκουμένῃ τῆς ἀθανασίας δόγματα φθεγξάμενος· διὸ Χριστὸν σὺν Ἀγγέλοις καὶ ἡμεῖς, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Τ |
ὴν Τριάδα εὐσεβῶς, δογματίσας ὁμοούσιον, σὺν τῷ Ἀρείῳ καὶ τὴν Σαβελλίου ἤλεγξας κακόνοιαν· διὸ φυγόντες τὴν αὐτῶν ἐναντίαν συμπλοκήν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τ |
ὸν ἐνοικήσαντα πιστοί, ἐν κοιλίᾳ τῆς Παρθένου Μητρός, καὶ γεννηθέντα ἐξ αὐτῆς ἀφράστως, καὶ πάλιν μετὰ γέννησιν, Παρθένον φυλάξαντα, ὡς Θεὸν ἀληθινόν, ὑμνοῦμεν εὐλογοῦμεν, καὶ ὑπερυψοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
ᾨδὴ θ΄.
Σὲ ἀκατάφλεκτον βάτον.
Ἔ |
σοπτρον Θεοῦ τὴν ψυχήν σου, ἀκηλίδωτον δείξας, πρακτικῶς καὶ λογικῶς, τῇ οἰκουμένῃ ἀστράπτεις, τὰς θείας ἐμφάσεις Παμμακάριστε.
Σ |
άλπιγξ γνωστικῆς εὐφωνίας, ἀνεδείχθης Θεόφρον, τὰ φρονήματα ἡμῶν ἀνδρείας λόγοις, κατὰ τῶν θεομάχων ἀνδρῶν διεγείρουσα.
Σ |
ὲ τὸν ἀληθῶς δεδειγμένον, τῆς σοφίας κρατῆρα, καὶ ποτίζοντα ἡμᾶς, τῆς εὐσεβείας τὸ νηφάλιον πόμα, ἐν ὕμνοις μεγαλύνομεν.
Θεοτοκίον.
Σ |
ὲ τὴν ἐν γαστρὶ συλλαβοῦσαν, τὸν ἀχώρητον Λόγον, καὶ τεκοῦσαν ἐν σαρκὶ ἀνερμηνεύτως, Θεοτόκε ἁγνή, οἱ πιστοὶ μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Ἦχος γ΄.
Ὁ οὐρανὸν τοῖς ἄστροις.
Ἀ |
ρχιερέων τὸ κλέος, καὶ τῆς Αἰγύπτου τὸ θρέμμα, ἀθανασίας τὸ κῦδος, ὑμνήσωμεν ἐν αἰνέσει, ὡς καθαιρέτην Ἀρείου, καὶ τῶν πιστῶν ὡς προστάτην.
Καὶ τῆς Ἑορτῆς.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.
Ἦχος δ΄.
Ὡς γενναῖον ἐν Μάρτυσι.
Τ |
οῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται, ὕλη πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, Ἀθανάσιε Ὅσιε· σοῖς δὲ δόγμασι, καλλωπίζεται μάκαρ καθ’ ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε. (Δίς).
Τ |
ῇ τῶν λόγων λαμπρότητι, τῶν ἐνθέων σου Ὅσιε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ χρεωστικῶς, τὴν πανέορτον μνήμην σου, Ἀθανάσιε, ἱερέων τὸ κλέος εὐσεβείας, λαμπρὸς καὶ μέγας κήρυξ, ὁ τῆς Τριάδος ὑπέρμαχος.
Τ |
ῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Πάνσοφε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου, καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον· ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴ ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος γ΄.
Τ |
ὸ μέγα κλέος τῶν ἱερέων, Ἀθανάσιον τὸν ἀήττητον ἀριστέα, ἱεροπρεπῶς εὐφημήσωμεν· οὗτος γὰρ τῶν αἱρέσεων συγκόψας τὰς φάλαγγας, τῇ δυνάμει τοῦ Πνεύματος, τὰ τῆς ὀρθοδοξίας τρόπαια, ἀνεστήσαντο καθ’ ὅλης τῆς οἰκουμένης, ἀριθμῶν εὐσεβῶς τὸ τῆς Τριάδος μυστήριον, διὰ τὴν τῶν προσώπων ἰδιότητα· καὶ πάλιν συνάπτων ἀσυγχύτως εἰς ἕν, διὰ τὴν τῆς οὐσίας ταυτότητα· καὶ χερουβικῶς θεολογῶν, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς ᾨδὴ γ΄ καὶ ἐκ τοῦ Ἁγίου ᾨδὴ ς΄. Ἀπόστολος, Εὐαγγέλιον καὶ Κοινωνικὸν τοῦ Ἁγίου.
Επιστροφή
ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ
ΑΘΑΝΑΣΙΟΝ ΤΟΝ ΜΕΓΑ
ΠΑΤΡΙΑΡΧΗΝ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ἀρχόμεθα τοῦ
ΡΜΒ΄ Ψαλμοῦ (142ου).
Κ |
ύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνη σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾷς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καί ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τὰς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι· ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπεν τὸ πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου· ἐξελοῦ μὲ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.
Πληρωθέντος δέ τοῦ Ψαλμοῦ εὐθύς ψάλλομεν:
Ἦχος δ΄.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τ |
ὸν Ἱεράρχην καὶ Ποιμένα τὸν ἄκακον, οἱ διαφόροις πειρασμοῖς συνεχόμενοι, ἐκλιπαροῦντες κράξωμεν ἐκ βάθους ψυχῆς. Πάτερ Ἀθανάσιε, ἱκεσίαις σου ῥῦσαι, ἡμᾶς ἐκ περιστάσεως, νόσων τε καὶ κινδύνων, καὶ πάσης ἄλλης βλάβης καὶ φθορᾶς, ὡς παῤῥησίαν ἔχων πρὸς Κύριον.
Δόξα, τό αὐτό ἤ τό Ἀπολυτίκιον τοῦ Ἁγίου τοῦ Ναοῦ . Καὶ νῦν.
Θεοτοκίον.
Τ |
ῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ’ ἡμῖν σπλαγχνισθεῖσα· σπεῦσον ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων· μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ μόνην ἐλπίδα κεκτήμεθα.
Ὕστερον τόν Ν΄ (50όν) Ψαλμόν.
Ἐ |
λέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντὸς. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεὸς, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιόν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς, ὁ Θεὸς τῆς σωτηρίας μου· Ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
«Ἀθανάσιον ὑμνῶν, ἀρετὴν αἰνῶ».
Ὠδὴ α΄.
Ἦχος πλ. δ΄. Ἁρματηλάτην Φαραώ.
Ἀ |
νατολῆς τῶν ἀρετῶν γενόμενος ἥλιος ἄδυτος, Ἀθανάσιε Πάτερ, τοῖς νῦν πρὸς τὴν σκέπην σου, ἐν πίστει καταφεύγουσι, φωτισμὸν σωτηρίας μετάδος ταῖς σαῖς δεήσεσι, λύων τὴν ἀχλὺν τῶν παθῶν ἡμῶν.
Θ |
ηριωδῶς τε καὶ ἀσέμνως ἅπαντα, σχεδὸν τὸν βίον μου, καταδαπανήσας ὁ μωρὸς καὶ ἄσωτος, εἰς ἐμαυτὸν γενόμενος, τῇ Πηγῇ σου προστρέχω, καὶ σοὶ βοῶ, Ἀθανάσιε, σῶσόν με θερμαῖς σου δεήσεσιν.
Ἀ |
ξιοχρέως τὴν ὠδὴν ὑφαίνομεν, Πηγῇ σου τῇ ἱερᾷ· διὸ καὶ πρὸς ταύτην, Πάτερ Ἀθανάσιε, ἐν πίστει καταφεύγομεν, ἐξαιτούμενοι χάριν, ἡμῖν δοθῆναι καὶ ἄφθονον, ῥῶσιν δι’ αὐτῆς τῶν παθῶν ἡμῶν.
Θεοτοκίον.
Σ |
τρέψον ἐμοὶ τὸν κοπετὸν τῆς νόσου μου, εἰς ὑγείας χαράν· τὸν σκοτεινὸν σάκκον, τὸν τῆς καχεξίας μου, Παρθένε διαῤῥήξασα, τὴν φαιδρὰν εὐεξίας, περίζωσον εὐφροσύνην με, καὶ ἀγαλλιάσεως πλήρωσον.
Ὠδὴ γ΄.
Ὁ στερεώσας κατ’ ἀρχάς.
Ν |
ῦν τὸν κακὸν ὁ ἀγαθός, τὸν ἐν πολλῇ ἀσπλαγχνίᾳ, ὁ ἀκένωτος κρατὴρ τοῦ ἐλέους τὸν αἰσχρὸν τὸν ῥυπαρόν, ὁ καθαρὸς ἀπόπλυνον, Ἀθανάσιε Πάτερ, καὶ ταῖς πρεσβείαις σου σῶσόν με.
Ἀ |
ειλαμπὴς ὥς περ ἀστήρ, ἀνατολαῖς τῶν θαυμάτων, καταγαύσας τὴν ὑφήλιον πᾶσαν, τῶν παθῶν ἡμῶν Σοφέ, τὸν σκοτασμὸν ἀπέλασον, καὶ πειρασμῶν ὁμίχλην, ταῖς σαῖς λιταῖς διασκέδασον.
Σ |
ὲ ἀνυμνῶ πανευλαβῶς καὶ γοερῶς ἱκετεύω, ἐξελοῦ με ἐκβοῶν τὸν σὸν δοῦλον, Ἀθανάσιε Σοφέ, κινδύνων τε καὶ θλίψεων, ταῖς θείαις σου πρεσβείαις, καὶ τῆς μελλούσης κολάσεως.
Θεοτοκίον.
Ε |
ἰ καὶ κατήντησα Σεμνή, εἰς λάκκον ταλαιπωρίας, καὶ εἰς βόθρον ἀπογνώσεως ὅλος· ἀλλ’ εἰδώς σου τὴν πολλὴν καὶ ἄμετρον συμπάθειαν, χεῖράς σοι ἀνατείνω· ὅθεν οἰκτείρασα σῶσόν με.
Δ |
ιάσωσον, ἀπὸ παντοίων κινδύνων καὶ θλίψεων, Ἱεράρχα, τοὺς τὴν σὴν γεραίροντας Πηγὴν τὴν σωτήριον, ὡς ἔχων παῤῥησίαν ἐν Κυρίῳ.
Ἄ |
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις ὑπό τοῦ Ἱερέως καί τό Κάθισμα.
Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Τ |
ὴν τῶν αἱρέσεων πλάνην διήλεγξας, καὶ τὴν ὀρθόδοξον, πίστιν ἐτράνωσας, ὡς Ἱεράρχης εὐσεβής, ἐκήρυξας ἐν τῷ κόσμῳ, μίαν τὴν θεότητα, ἐν Τριάδι γνωρίζεσθαι, φύσει ὁμοούσιον, καὶ προσώποις ἀσύγχυτον· διὸ καὶ συνελθόντες ἐν πίστει, Ἀθανάσιε Πάτερ, τελοῦμεν τὴν μνήμην σου.
Ὠδὴ δ΄.
Σύ μου ἰσχὺς Κύριε.
Ἱ |
λαστικά, δέχου σοῦ δούλου ἐγκώμια, Ὀρθοδόξων στύλε καὶ κραταίωμα, καὶ καταφύγιον ἀψευδές, καὶ κατεγνωσμένῳ ἐμοὶ γενοῦ ἱλαστήριον, καὶ ῥῦσαί με ἐκ τοῦ Ἅδου, τῆς πικρᾶς καταδίκης, ταῖς λιταῖς σου, Σοφὲ Ἀθανάσιε.
Ὁ |
στεναγμούς, Νινευϊτῶν προσδεξάμενος, Παντοκράτωρ Θεός τε καὶ Κύριος, τὴν ὀφειλὴν τῶν ἁμαρτιῶν, πᾶσαν τὴν ἐκείνων, ἀφῆκε, Πάτερ, ὡς εὔσπλαγχνος. Διὸ σὲ ἱκετεύω, ἐξιλέωσον τοῦτον, παραβλέψαι κἀμοῦ τὰ ἐγκλήματα.
Ν |
όσου δεινῆς, πυρὸς σεισμοῦ τε καὶ θλίψεως, καὶ παντοίας βλάβης, Ἀθανάσιε, τὸν σὸν οἰκέτην ἐκλιπαρῶ, ἀπάλλαξον τάχος, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου, καὶ ῥῦσαι με τῆς τούτων χαλεπῆς τυραννίδος, καὶ θανάτου ἀώρου ἐξάρπασον.
Θεοτοκίον.
Ῥ |
ῶσιν ψυχῆς, ῥῶσίν μοι σώματος δώρησαι, ἵνα πράττω καὶ ποιῶ τὸ θέλημα, τοῦ σοῦ Υἱοῦ φόβῳ καὶ χαρᾷ καὶ γὰρ ἐξισχύεις, ὡς Μήτηρ οὖσα τοῦ Κτίστου μου, καὶ πράττεις ὅσα θέλεις, τοῖς ἐν πίστει καὶ πόθῳ τῇ σῇ σκέπῃ, Παρθένε, προστρέχουσιν.
Ὠδὴ ε΄.
Ἵνα τί με ἀπώσω.
Ὑ |
λακὴν τὴν Ἀρείου, τοῦ παραφρονήσαντος σοφῶς ἐφίμωσας, τοῦ Πατρὸς τὸν Λόγον, ὁμοούσιον σὺ Ἀθανάσιε, ἐκδιδάξας σέβειν· ὃν ἱλεούμενος μὴ παύσῃ, ἀβλαβεῖς συντηρεῖσθαι τοὺς δούλους σου.
Μ |
ὴ παρίδῃς με Πάτερ, πλείσταις περιστάσεσι, ζάλαις καὶ θλίψεσι, πανταχόθεν οἴμοι! συνεχόμενον καὶ πιεζόμενον, ἀλλὰ φρούρησόν με, ὑπὸ τὴν σκέπην σου τὴν θείαν, καὶ ταῖς θεῖαις πρεσβείαις σου σῶσόν με.
Ν |
ομοθέτης κατέστης, καὶ τῶν εὐσεβούντων, φωστήρ Ἀθανάσιε· διό σοι βοῶμεν, ταῖς λιταῖς σου ἡμᾶς καθοδήγησον, εἰς ὁδὸν εὐθεῖαν, τῶν τοῦ Κυρίου θελημάτων, καὶ κακίας δαιμόνων ἐξάρπασον.
Θεοτοκίον.
Ἁ |
μαρτίαις ἐπαύξω, ἄλλας ἁμαρτίας, ὁ τλήμων ἑκάστοτε, καὶ ἐπισυνάγω, τῆς Γεέννης τὸ πῦρ τὸ ἀνήκουστον, ἐν τῇ παναθλίᾳ ἐμοῦ ψυχῇ, ἀφ’ οὗ με ῥῦσαι, πρὸς τῆς πείρας ἐκείνης Πανάμωμε.
Ὠδὴ στ΄.
Ἱλάσθητί μοι Σωτήρ.
Ὦ |
Ἱεράρχα Χριστοῦ, τοὺς ὁμωνύμους σοι φύλαττε, καὶ πάντας τοὺς εὐσεβεῖς, τοὺς εἰς τὴν ζωήρυτον, Πηγήν σου προστρέχοντας, ἐκ παντὸς κινδύνου, σαῖς λιταῖς καὶ περιστάσεων.
Ν |
οσήματα χαλεπά, ἐξ ἐμοῦ ποίησον Πάνσεπτε, παρακαλῶ σε θερμῶς, καὶ πᾶσαν τὴν κάκωσιν, ψυχῆς τε καὶ σώματος, ταῖς θείαις λιταῖς σου, καὶ κινδύνους καταδίωξον.
Ἀ |
νύσας ἐπὶ τῆς γῆς, μεγάλους ἄθλους, Μακάριε, δεινῶν ἡμᾶς φοβερῶν, καὶ πάσης κακώσεως, ἐκλύτρωσαι τάχιον, ταῖς πρὸς τὸν Σωτῆρα, πανιέροις σου δεήσεσι.
Θεοτοκίον.
Φ |
ωτὶ ἀπείρῳ τοῦ σοῦ, προσώπου με καταλάμπρυνον, Παρθενομῆτορ Ἁγνή, βυθοῦ ἀπογνώσεως ἀεὶ ἀπαλλάττουσα, καὶ πρὸς μετανοίας τοὺς λιμένας ἐμβιβάζουσα.
Δ |
ιάσωσον, ἀπὸ παντοίων κινδύνων καὶ θλίψεων, Ἱεράρχα, τοὺς τὴν σὴν γεραίροντας Πηγὴν τὴν σωτήριον, ὡς ἔχων παῤῥησίαν ἐν Κυρίῳ.
Ἄ |
χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν, τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις Κύριε ἐλέησον ιβ΄ (12) καὶ τὸ Κοντάκιον.
Ἦχος δ΄. Προστασία τῶν Χριστιανῶν.
Π |
ροστάτα τῶν πιστῶν ἀκαταίσχυντε, καὶ ἱκέτα πρὸς Χριστὸν Ἱερώτατε, μὴ παρίδῃς, Ἀθανάσιε τῶν σὲ ὑμνούντων φωνάς, ἀλλὰ σπεῦσον ἀγαθέ, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων σοι· τάχυνον ὡς οἰκτίρμων, καὶ ῥῦσαι δεινῶν παντοίων, καὶ λοιμικῶν ἀσθενειῶν, ταῖς πρὸς τὸν Κτίστην πρεσβείαις σου.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.
Στίχος. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ἰωάννην (Κεφ. ι΄ 9-16).
Ε |
ἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι’ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται, καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται, εἰμὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον, καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει, καὶ ὁ λύκος ἁρπάζει αὐτά, καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι, καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμά, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα· καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης, κἀκεῖνα με δεῖ ἀγαγεῖν· καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχ. Ἐλέησον με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Π |
ολλοῖς συνεχόμενος, νῦν πειρασμοῖς ὁ παντλήμων, πρὸς σὲ Ἀθανάσιε καταφεύγω, σῶσόν με τὸν ἀνάξιον, τὸν πολλὰ πταίσαντα· ὡς οὐδεὶς ἄλλος γάρ, ἐν ἀνθρώποις ἐπλημμέλησα· διὸ τὴν θείαν σου, χάριν ἐξαιτῶ ὁ πανάθλιος, προφθάσας σύ με οἴκτειρον, σαῖς πρὸς τὸν Δεσπότην δεήσεσι· καὶ μὴ μὲ ἐάσῃς εἰς τέλος κινδυνεύειν τὸν εἰς σέ, πᾶσαν ἐλπίδα μου θέμενον, πιστῶν τὸ διάσωσμα.
Ὁ Ἱερεύς· Σῶσον, ὁ Θεὸς τὸν λαόν σου…
Ὠδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥ |
ύεις Πάτερ καὶ σώζεις, ταῖς θερμαῖς σου πρεσβείαις τοὺς πεφευγότας εἰς σέ· καὶ γὰρ εἰ μὴ ἐφρούρεις, ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἀπολώλαμεν ἅπαντες, καὶ ἐγενήθημεν ἂν κατάβρωμα δαιμόνων.
Ἐ |
πηρείας παντοίας, Ἀθανάσιε Πάτερ, πιστῶν τὸ καύχημα, κινδύνων ἀδοκήτων, καὶ λύπης τὸν σὸν δοῦλον, ταῖς πρεσβείαις σου λύτρωσαι, καὶ ἐκ ποικίλων ἀεὶ ἀσθενειῶν με ῥῦσαι.
Τ |
ὴν ψυχήν μου ὦ Πάτερ, κατανύξεως πλῆσον, καὶ εὐλαβείας θερμῆς, τὴν θείαν ὅπως βρέχω, Εἰκόνα σου Θεόφρον, ταῖς ῥοαῖς τῶν δακρύων μου, καὶ ἀποπλύνω ἀεὶ τὸν ῥύπον τῶν παθῶν μου.
Θεοτοκίον.
Ἐ |
ξ ἱδρώτων καὶ κόπων, στεναγμῶν τε καρδίας, Θεογεννήτρια, συναίσθησις γεννᾶται, ἀπάθεια δ’ ἐκ ταύτης, ἧς καὶ φθάσαι τοὺς πρόποδας, ἀξιωθείην ἐγὼ ὁ πταίσας ὑπὲρ πάντας.
Ὠδὴ η΄.
Τὸν Βασιλέα.
Ἡ |
ζωηφόρος, καὶ γλυκυτάτη Πηγή σου, διαλύει Ἀθανάσιε Πάτερ, νόσους καὶ κινδύνους, ταῖς πρὸς Θεὸν εὐχαῖς σου.
Ν |
όσων παντοίων, τοὺς προσκυνοῦντας ἐν πόθῳ, τὴν πανσέβαστον Εἰκόνα σου θεόφρον, ῥῦσαι θλίψεων καὶ πόνων, λιταῖς σου Ἱεράρχα.
Ἀ |
θανασίου, τῷ Ἰατρείῳ προσφεύγω, πρὸς αὐτὸν γοερῶς ἀνακράζων, ῥῦσαι με ὦ Πάτερ, κινδύνων ταῖς εὐχαῖς σου.
Θεοτοκίον.
Ἵ |
να δοξάζω, καὶ προσκυνῶ μετὰ δέους, σοῦ τὸ πάνσεπτον ὄνομα Κόρη, θλίψεώς με πάσης, ἐκλύτρωσαι καὶ βλάβης.
Ὠδὴ θ΄.
Ἐξέστη ἐπὶ τούτῳ.
Ἱ |
κέτην σε καὶ πρέσβυν πρὸς τὸν Θεόν, πρεσβευσόμενον Πάτερ συγχώρησιν ἁμαρτιῶν, καὶ τῶν ὀφλημάτων καὶ τῶν χρεῶν, ἀποκοπὰς αἰτούμενον, θείους μιμησάμενον οἰκτιρμούς, προβάλλομαι προθύμως, ἐλπίδι τῆς πρεσβείας, τῆς σῆς Θεόφρον στηριζόμενος.
Ν |
υμφῶνος ἀθανάτου ἐπιτυχεῖν, καὶ τρυφῆς Παραδείσου ἀξίωσον τὸν ἐπὶ γῆς, θεῖόν σε προστάτην μετὰ Θεόν, θεῖον ἱκέτην ἔχοντα, ὑπέρμαχον μέγαν καὶ ἰατρόν· διὸ ἐνδιαθέτως, τολμῶντα ταῦτα λέγειν, σῶσόν με Πάτερ ταῖς πρεσβείαις σου.
Ὢ |
πόσης εὐφροσύνης καὶ φωτισμοῦ, καὶ χαρᾶς ὑπερμέτρου πληρούμεθα! σοῦ τῇ σεπτῇ, Πηγῇ προσπελάζοντες εὐλαβῶς· προῤῥέει γὰρ οὐράνιον, καὶ θεῖον, Ἀθανάσιε γλυκασμόν, διώκοντα τὰ πάθη, τῶν πόθῳ σε τιμώντων, καὶ τὴν ὑγιείαν δωρούμενον.
Θεοτοκίον.
Μ |
αρία Θεοτόκε σὺ τῆς ἐμῆς, ταλαιπώρου καρδίας τὰ τραύματα καὶ τῆς ψυχῆς, ἕλκη τὰ δυσίατα καὶ πολλά, καὶ τῆς σαρκός μου Δέσποινα, θείᾳ ἐπισκέψει συ τὰς δεινάς, θεράπευσον ὀδύνας, καὶ λῦσόν μου τὰς νόσους, τὰς τῆς ψυχῆς τε καὶ τοῦ σώματος.
Τὸ Ἄξιόν ἐστιν καὶ τὰ μεγαλυνάρια.
Τ |
ὸν ἐν Ἱεράρχαις θαυματουργόν, καὶ τὸν ἐν κινδύνοις, ἀπροσμάχητον βοηθόν, τὸν θεῖον ποιμένα, καὶ λάτριν τοῦ Δεσπότου, Ἀθανάσιον Μέγαν, ὕμνοις τιμήσωμεν.
Τ |
ῶν Ἀρχιερέων τὴν καλλονήν, καὶ τῆς Ἐκκλησίας, ἐγκαλώπισμα τὸ τερπνόν, καὶ ἡμῶν τῶν πάνυ, ἁμαρτωλῶν προστάτην, Ἀθανάσιον Μέγαν, δοξολογήσωμεν.
Χ |
αίροις Ἐκκλησίας θεῖε ἀστήρ, οἰκουμένης δόξα, Ἱερέων ὑπογραμμός, Πατέρων λαμπρότης, τῆς χάριτος δοχεῖον, Χριστιανῶν προστάτα, ὦ Ἀθανάσιε.
Ἔ |
χει μὲν τὸ πνεῦμά σου οὐρανός, ἡμεῖς δὲ πλουτοῦμεν, τὴν Εἰκόνα σου τὴν σεπτήν, ἣν περικυκλοῦντες, μετ’ ἀνεικάστου πόθου, τιμῶντες προσκυνοῦμεν, ὦ Ἀθανάσιε.
Τ |
ῷ Θεῷ τῶν ὅλων νῦν παρεστώς, αἴτησαι πταισμάτων, τοῖς τιμῶσί σε παρ’ αὐτοῦ, ἄφεσιν δοθῆναι, Ἀθανάσιε Πάτερ, καὶ τῶν ἐπερχομένων, δεινῶν τὴν λύτρωσιν.
Φ |
ύλαττε καὶ σκέπε ταῖς σαῖς εὐχαῖς, πάντας τοὺς τιμῶντας, τὴν ζωήῤῥυτόν σου Πηγήν, καὶ τὴν σὴν Εἰκόνα, καὶ αἰωνίως ῥῦσαι, ἐκ θλίψεως παντοίας ὦ Ἀθανάσιε.
Θεοτοκίον.
Δ |
έσποτα φιλάνθρωπε Βασιλεῦ, μὴ ἀκούσω τότε, ἐν ἡμέρᾳ τῇ φοβερᾷ, φωνῆς τῆς ὀργῆς σου, εἰς πῦρ ἀποπεμπούσης, ἀλλ’ οἴκτειρον πρεσβείαις τῆς κυησάσης σε.
Τὸ Τρισάγιον κτλ.
Καὶ τὸ Τροπάριον. Ἦχος γ΄.
Σ |
τύλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Θ |
ρόνος πάγχρυσος τοῦ βασιλέως, καὶ παράδεισος διηνθισμένος, ἀνεδείχθης Θεοτόκε Πανάχραντε· τὸν γὰρ Θεὸν ἐν γαστρί σου βαστάσασα, εὐωδιάζεις ἡμᾶς θείαις χάρισιν. Ὅθεν ἅπαντες Θεοῦ ἀληθῶς Μητέρα σε, κηρύττομεν ἀεὶ καὶ μεγαλύνομεν.
Εἶτα Ἐκτενὴς καὶ Ἀπόλυσις.
Ἐν τῇ ἀπολύσει προσκυνοῦμεν τὴν Ἁγίαν Εἰκόνα τοῦ Ἁγίου καὶ ψάλλομεν τὰ παρόντα Προσόμοια.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Ὕ |
μνοις Ἀθανάσιε τὴν σήν, κρήνην τὴν ζωήῤῥυτον ὄντως, καὶ ἀνεξάντλητον, τὴν ἀναβλυστάνουσαν ῥεῖθρα ἰάσεων, καὶ προχέουσαν χάριτας, πᾶσι τοῖς αἰτοῦσι, συμφώνως αἰνέσωμεν κατασπαζόμενοι, πόθῳ τὴν σεπτήν σου Εἰκόνα, πιστῶν παραμύθιον οὖσαν, καὶ τῶν νόσων φάρμακον ἀποίκιλον.
Δόξα Πατρί… Καὶ νῦν…
Π |
άντες προσκυνοῦμεν σε πιστῶς, Μῆτερ τοῦ Θεοῦ τῶν ἁπάντων, εὐλογημένη Ἁγνή, Ἄχραντε Πανάμωμε Θεοχαρίτωτε, ῥῦσαι πάντας τῶν θλίψεων, τῇ σῇ μεσιτείᾳ, δυσωπεῖ σε Δέσποινα ὁ Ἀθανάσιος, μετὰ τῶν Ἁγίων ἁπάντων, οἴκτειρον ἡμᾶς σῷ ἐλέει, Παναγία Δέσποινα Παντάνασσα.
Δέσποινα πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, και λύτρωσαι ἡμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.
Τήν πᾶσαν ἐλπίδα μου, εἰς σέ ἀνατίθμι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπό τήν σκέπην σου.
Καί τέλος τό Δι’ εὐχῶν.
Επιστροφή
ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ
ΑΘΑΝΑΣΙΟΝ ΤΟΝ ΜΕΓΑΝ
οὗ ἡ μνήμη τελεῖται τῇ ΙΗ΄ Ἰανουαρίου
καὶ ἡ ἀνακομιδὴ τῶν λειψάνων τῇ Β΄ Μαΐου
Ποίημα Δρος Χαραλάμπους Μπούσια
Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Σ |
τῦλος γέγονας Ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν ἱεράρχα Ἀθανάσιε, τῷ γὰρ Πατρὶ τὸν Υἱὸν ὁμοούσιον, ἀνακηρύξας κατήσχυνας Ἄρειον, πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὀ |
ρθοδοξίας τὸν διδάσκαλον καὶ πρόμαχον, τὸν ἀμαυρώσαντα Ἀρείου τὰ σοφίσματα, ὥσπερ σάλπιγγα θεόφθογγον ἀληθείας, καὶ τῆς πίστεως ὀχύρωμα τιμήσωμεν, ἀκλινές, Ἀλεξανδρείας ἀρχιποίμενα, ἀνακράζοντες· Χαίροις, πάτερ Ἀθανάσιε.
Οἱ Οἶκοι.
Ἄ |
γγελος ὡς σαλπίζων, τὰς ὀρθὰς δοξασίας, ἐπώφθης Ἀθανάσιε μάκαρ· (ἐκ γ΄) δι’ ἀγώνων σου γὰρ τῶν στεῤῥῶν, τῶν δογμάτων μέγα καὶ λαμπρὸν τρόπαιον, ποιμὴν θεόφρον ἔστησας, ἐγείρων τοὺς πιστοὺς βοᾶν σοι·
Χαῖρε, ἡ στήλη τῆς Ὀρθοδοξίας· χαῖρε, ἡ στάθμη τῆς ἀληθείας.
Χαῖρε, τῶν πατέρων σεπτὸν ἀκροθίνιον· χαῖρε, τῶν ὡραίων ἀγώνων ὀσφράδιον.
Χαῖρε, πύργος ἀκαθαίρετος προσβολαῖς Ἀρειανῶν· χαῖρε, σκεῦος πολυτίμητον τῶν ὀρθῶν δοξασιῶν.
Χαῖρε, ὅτι πηγάζεις τὸ ἀθάνατον νάμα· χαῖρε, ὅτι ὀμβρίζεις τὸ οὐράνιον μάνα.
Χαῖρε, πιστῶν ὁ μέγας συνήγορος· χαῖρε, κακῶν καὶ πλάνων κατήγορος.
Χαῖρε, ὀρθῶν δογμάτων ἡ βίβλος· χαῖρε, ἡμῶν ὁ οὐράνιος φίλος.
Χαίροις, πάτερ Ἀθανάσιε.
Β |
άθρον Ὀρθοδοξίας, τὶς ἀξίως ἀγῶνας, ὑμνήσειεν ἂν τοὺς σεπτούς σου, οὕσπερ ἔτλης ὑπὲρ τῆς Χριστοῦ, ἀμωμήτου ὄντως καὶ ὀρθῆς πίστεως; Νικήσας γὰρ τὸν Ἄρειον, κατέπιθες πιστοὺς κραυγάζειν·
Ἀλληλούϊα.
Γ |
νώστης ὢν ἀπὸ στήθους, τῆς Γραφῆς τῆς ἁγίας, καὶ κάτοχος σοφίας ἁπάσης, φιλοσόφων Ἑλλήνων σαφῶς, παιδιόθεν γνόφον μυσαρὸν ἔλυσας, εἰδώλων Ἀθανάσιε, καὶ ἤγειρας πιστοὺς βοᾶν σοι·
Χαῖρε, ἀπαύγασμα τῆς σοφίας· χαῖρε, ἑδραίωμα ἀληθείας.
Χαῖρε, τῶν δογμάτων ὀρθῶν ἡ ἀνάπτυξις· χαῖρε, τῆς αἱρέσεων λύμην κατάπτυσις.
Χαῖρε, ἄνωθεν δεξάμενος γνῶσιν θείων δαψιλῶς· χαῖρε, θύραθεν ὁ κάτοχος τῆς παιδείας ἀληθῶς.
Χαῖρε, στόμα δικαίου ἀποστάζον σοφίαν· χαῖρε, ὄμμα Τριάδα ἀτενίζων τὴν θείαν.
Χαῖρε, πρηστὴρ Ἀρείου παράφρονος· χαῖρε, λαμπτὴρ φωσφόρος τῆς χάριτος.
Χαῖρε, κλεινῶν θεολόγων ὄλβος· χαῖρε, σεπτῶν παραδόσεων τεῖχος.
Χαίροις, πάτερ Ἀθανάσιε.
Δ |
ένδρον ὡς εὐσεβείας, εὐθαλὲς ἀνεφύης, ἐν πόλει τῆς Ἀλεξανδρείας, πανευχύμους προσφέρον καρποὺς, Ἐκκλησίᾳ πάσῃ τοῦ Χριστοῦ Ἅγιε, οὕς πάτερ Ἀθανάσιε τρυγῶντες καὶ ἡμεῖς βοῶμεν·
Ἀλληλούϊα.
Ἔ |
λαμψας ὥσπερ ὄρθρος, ἀκραιφνοῦς δοξασίας, Τριάδος τῆς σεπτῆς καὶ ἁγίας· ὁμοούσιον γὰρ τῷ Πατρὶ, τὸν Υἱὸν κηρύττων εὐσθενῶς, Ἄρειον τὸν ἄφρονα, κατῄσχυνας καὶ ηὔφρανας λαὸν βοῶντα·
Χαῖρε, πατέρων ἡ εὐκοσμία· χαῖρε, χαρίτων ἡ ἀφθονία.
Χαῖρε, τῆς Τριάδος τῆς θείας ὑπέρμαχος· χαῖρε, τῆς πατρίδος τῆς ἄνω ὁ ἔνοικος.
Χαῖρε, φρέαρ τὸ ἀκένωτον εὐφορίας ψυχικῆς· χαῖρε, ἔαρ τὸ πολύανθον βιοτῆς ἀγγελικῆς.
Χαῖρε, αἱρεσιάρχου συντριβὴ τοῦ Ἀρείου· χαῖρε, τοῦ Παντεπόπτου μιμητὴς καὶ Κυρίου.
Χαῖρε, εἰκὼν ἀΰλου ἐλλάμψεως· χαῖρε, λειμὼν ἁγίας φρονήσεως.
Χαῖρε, Χριστοῦ λαμπηδὼν Ἐκκλησίας· χαῖρε, Αὐτοῦ κοινωνὲ Βασιλείας.
Χαίροις, πάτερ Ἀθανάσιε.
Ζ |
άλης κακοδοξίας, τὴν σὴν ποίμνην μακρύνων, ἐτράνωσας τὴν θείαν Τριάδα, καὶ κατῄσχυνας λόγοις σοφοῖς, καὶ πυρφόροις πάντας ἱερὲ, πρώταθλε σταδίου Ἀθανάσιε, κραυγάζων εὐλαβείᾳ ἄκρᾳ·
Ἀλληλούϊα.
Ἤ |
λασας ἐκ τῆς ποίμνης, τοῦ Κυρίου τοὺς λύκους, αὐτὴν ἐπιζητοῦντας σπαράξαι, Ἀθανάσιε Ἀρειανούς, ὧν μαχαίρᾳ λόγων σου, ὀφρῦν Ἅγιε συνέκοψας, καὶ ἔσωσας πιστούς σοι ἐκβοῶντας ταῦτα·
Χαῖρε, τῆς πλάνης ὁ καθαιρέτης· χαῖρε, ἀγάπης ὁ στρατιώτης.
Χαῖρε, ἑδρασμὸς ἀδιάσειστος πίστεως· χαῖρε, ἀληθῶς ἀκρεμὼν θείας χάριτος.
Χαῖρε, στάμνος μάνα φέρουσα τῶν ὀρθῶν δοξασιῶν· χαῖρε, πύργος καὶ ὀχύρωμα τῶν πιστῶν σου ἱκετῶν.
Χαῖρε, ὁ καρτερήσας διωγμῶν τρικυμίας· χαῖρε, ὁ διασώσας τὸν λαὸν ἀσεβείας.
Χαῖρε, λαμπρὲ τῆς πίστεως πρόμαχε· χαῖρε, δεινὲ αἱρέσεων ἔλεγχε.
Χαῖρε, Φωτὸς Τριλαμποῦς παραστάτης· χαῖρε, παντὸς Ὀρθοδόξου προστάτης.
Χαίροις, πάτερ Ἀθανάσιε.
Θ |
έμεθλον προμαχῶνα, καὶ ἀκράδαντον στῦλον, ἡ θεία τοῦ Χριστοῦ Ἐκκλησία, ἔχουσά σε λαμπρῶς σε τιμᾷ· ἐξ ἀπάτης ταύτην γὰρ στεῤῥῶς, ἔσωσας Ἀρείου Ἀθανάσιε, Τριάδι τῇ ἁγίᾳ ψάλλων·
Ἀλληλούϊα.
Ἴ |
σχυσας καταπείθειν, ἐν Νικαίᾳ Συνόδου, τῆς πρώτης τοὺς ἁγίους Πατέρας, Ἀθανάσιε Ἀρειανῶν, ἀποῤῥίψαι πλάνην καὶ σεπτὸν, σύμβολον συντάξαι, τὸ τῆς πίστεως· διό σοι ἐκβοῶμεν ταῦτα·
Χαῖρε, κραταίωσις Ὀρθοδόξων· χαῖρε, κατάπτωσις κακοδόξων.
Χαῖρε, ἐξορίας πεντάκις γευσάμενος· χαῖρε, κληρουχίαν τὴν ἄνω δεξάμενος.
Χαῖρε, τίμιε διάκονε Ἀλεξάνδρου τοῦ σοφοῦ· χαῖρε, ἔνθεε διδάσκαλε τοῦ θεόφρονος λαοῦ.
Χαῖρε, Ἀλεξανδρείας τηλαυγέστατος φάρος· χαῖρε, Ὀρθοδοξίας παμφαέστατος λύχνος.
Χαῖρε, δι’ οὗ ἡ αἵρεσις παύεται· χαῖρε, δι’ οὗ ὁ Κτίστης δοξάζεται.
Χαῖρε, ὁ κῆρυξ Τριάδος τῆς θείας· χαῖρε, ἡ σάλπιγξ Χριστοῦ ἀληθείας.
Χαίροις, πάτερ Ἀθανάσιε.
Κ |
λέος ἀρχιερέων, σκευωροί συκοφάνται καὶ πλάνοι συνωμόται, παμμάκαρ Ἀθανάσιε σὲ ἰταμῶς, ὡς κοινὸν κακοῦργον ἐμπαθῆ, ἄφρονα διέσυραν, καὶ ἄσπλαγχνον τὸν κράζοντα Θεῷ ἀπαύστως·
Ἀλληλούϊα.
Λ |
άμπων καθάπερ φάρος, τηλαυγὴς καὶ ποιμάνας, ἐν σκότει καὶ νυκτὶ ἀσελήνῳ, Ἀθανάσιε αἱρετικῶν, Ἐκκλησίαν πᾶσαν τοῦ Χριστοῦ ηὔγασας, βολαῖς ὀρθοῦ φρονήματος καὶ πίστεως· διὸ βοῶμεν·
Χαῖρε, Ἀρείου ὁ καταπέλτης· χαῖρε, Τριάδος ὁ θεῖος λάτρης.
Χαῖρε, ζηλωτὴς τῶν ὀρθῶν παραδόσεων· χαῖρε, ἐλεγκτὴς ἐκτροπῆς ἐκ τῆς πίστεως.
Χαῖρε, στόμα θεοδόξαστον τὸ φθεγγόμενον ὀρθά· χαῖρε, φλόγαν ἔχων πίστεως φλέγων ὕλην καίουσα σαθράν.
Χαῖρε, ὁ γλωσσαλγίαν τοῦ Ἀρείου φιμώσας· χαῖρε, διδασκαλίαν τῆς ἀπάτης ὁ παύσας.
Χαῖρε, χρωστὴρ τῆς ἄνω λαμπρότητος· χαῖρε, λαμπτὴρ τῆς θείας ἐλλάμψεως.
Χαῖρε, δι’ οὗ ἐλαμπρύνθη ἡ κτίσις· χαῖρε, δι’ οὗ ἐδοξάσθη ὁ Κτίστης.
Χαίροις, πάτερ Ἀθανάσιε.
Μ |
έγιστος τῶν πατέρων, ἀληθῶς ἀνεδείχθης, ποιμὴν Ἀλεξανδρείας τρισμάκαρ· σὺ πεντάκις γὰρ ἐξορισθεὶς, ὑπομένων φθόνον δι’ ὀρθὰ δόγματα, πανδείνως κακουχούμενος, καὶ πάσχων τὸν Σωτῆρα ἤνεις·
Ἀλληλούϊα.
Ν |
έκταρ Ὀρθοδοξίας, ἐκ χειλέων σῶν θείων, ἀπέσταζεν ἀπαύστως, ἀλκίφρον Ἀθανάσιε, καὶ τὰς ψυχὰς ὑμνητῶν, Τριάδος τῆς σεπτῆς ηὔφραινεν, αὐτὸ ποθούντων γεύσασθαι, βοώντων δὲ ἐν κατανύξει·
Χαῖρε, Τριάδος ὁ μυστηπόλος· χαῖρε, λαμπάδος Αὐτῆς τὸ φέγγος.
Χαῖρε, συναυλίας Νικαίας ὁ ἔξαρχος· χαῖρε, πολιτείας τῆς ἄνω ὁ κάτοικος.
Χαῖρε, ζῆλον μιμησάμενος ἀποστόλων τῶν σεπτῶν· χαῖρε, θείων παραδόσεων φῶς τῷ ὄντι νοητόν.
Χαῖρε, Ἀλεξανδρείας ὁ σοφὸς ἱεράρχης· χαῖρε, κακοδοξίας συντριβὴ καὶ ἀπάτης.
Χαῖρε, ὁρμῆς Ἀρείου ἀντίπαλε· χαῖρε, ὀρθῆς φρονήσεως πρώταρχε.
Χαῖρε, δι’ οὗ δυσσεβεῖς καταργοῦνται· χαῖρε, δι’ οὗ εὐσεβεῖς βεβαιοῦνται.
Χαίροις, πάτερ Ἀθανάσιε.
Ξ |
ίφει ἠκονισμένῳ τῶν σοφῶν σου ῥημάτων, ἀπέκοψας Ἀρείου τὴν πλάνην· ὀρθοδόξων γὰρ ὑπερμαχῶν διδαχῶν, ὑπέστης διωγμὸν ἄδικον, καὶ θλίψεις Ἀθανάσιε, οὐ παύων ὅμως ψάλλων πόθῳ·
Ἀλληλούϊα.
Ὄ |
ργανον τῆς Τριάδος, τῆς ἁγίας ὑπάρχων, θεότατον καὶ χάριτος σκεῦος, διαυγὲς ἀποστόλων εἰκὼν, θεολόγων ἅμα ἀκρεμών ὅσιε, ἐπώφθης Ἀθανάσιε· διό σοι ἐκβοῶμεν πόθῳ·
Χαῖρε, ὁ ὅρμος χειμαζομένων· χαῖρε, ὁ ὅρος ὀρθοφρονούντων.
Χαῖρε, οὐρανίων ἐλλάμψεων ἔσοπτρον· χαῖρε, ἀθανάτων πηγῶν ὕδωρ ἥδιστον.
Χαῖρε, κρίνον εὐωδέστατον τοῦ λειμῶνος τοῦ Θεοῦ· χαῖρε, μύρον πολυτίμητον Ἐκκλησίας τῆς Αὐτοῦ.
Χαῖρε, ὀρθοδοξίας ὁ ὑψίκομος φοῖνιξ· χαῖρε, ὀρθοπραξίας ἡ ἡδύφθογγος σύριγξ.
Χαῖρε, χοροῦ ποιμένων διάδημα· χαῖρε, λαμπροῦ ἀγῶνος τελείωμα.
Χαῖρε, ὀρθῶν κορωνὶς τῶν δογμάτων· χαῖρε, πασῶν ἀρετῶν τὸ ἀγγεῖον.
Χαίροις, πάτερ Ἀθανάσιε.
Π |
ρᾶος γλυκὺς τοῖς τρόποις, εὐσεβής ταπεινόφρων, ἐνάρετος φιλόξενος ὄντως, πατρικῶς νουθετῶν τοὺς πιστοὺς ,καὶ στεῤῤῶς βαστάζων τῆς νηὸς πίστεως, τοὺς οἴακας ἐφώτισας, ὡς φάρος τοὺς πιστῶς βοῶντας·
Ἀλληλούϊα.
Ῥ |
ήτωρ ὡς ἀληθείας, διαπρύσιος ὄντως, ὀρθῆς ὁμολογίας χειμάῤῥους, Ἀθανάσιε καὶ ἀκρεμὼν εὐσεβείας πέλων ἀπειλάς, δίωξιν καὶ πόνους καθυπέμεινας· διό σοι νῦν βοῶμεν ταῦτα·
Χαῖρε, ὁ γίγας τῆς ἀληθείας· χαῖρε, ἡ βάσις Ὀρθοδοξίας.
Χαῖρε, σοφιστείας Ἀρείου κατάργησις· χαῖρε, φληναφίας αὐτοῦ καταπάτησις.
Χαῖρε, ὅτι κατηγλάϊσας Ἐκκλησίαν τοῦ Χριστοῦ· χαῖρε, ὅτι πάσας ηὔφρανας τὰς καρδίας τοῦ λαοῦ.
Χαῖρε, ὁ ὑπομείνας ἀπηνῶς ἐξορίας· χαῖρε, ὁ ἐπιμείνας εἰς ὀρθὰς δοξασίας.
Χαῖρε, ναὲ χρυσότευκτε πίστεως· χαῖρε, πυρσὲ ἀρίστης φρονήσεως.
Χαῖρε, σοφὲ Πατριάρχα καὶ Πάπα· χαῖρε, κλεινὲ Ὀρθοδόξων ἀλεῖπτα.
Χαίροις, πάτερ Ἀθανάσιε.
Σ |
τῦλον ὀρθοφροσύνης ἀῤῤαγῆ θεοφόρον, ἐκφάντορα καὶ Ἀλεξανδρείας, ποιμενάρχην τιμῶντες λαμπρῶς, ἐκβοῶμεν· Χαῖρε, ὁ σφοδρὸς ἔλεγχος, Ἀρείου Ἀθανάσιε, Χριστῷ ὁ ἀσιγήτως ψάλλων·
Ἀλληλούϊα.
Τ |
ίμημα ὡς ἀγώνων, τῶν σεπτῶν σου ἐδέξω, ὁσίου Ἀντωνίου παμμάκαρ, Ἀθανάσιε ἐπιστολήν, τοῦ ἐν Θηβαΐδι ἀσκητοῦ σώφρονος, συγχαίροντός σοι ἄριστε, μεθ’ οὗ σοι καὶ ἡμεῖς βοῶμεν·
Χαῖρε, τὸ λίκνον Ὀρθοδοξίας· χαῖρε, τὸ τέκνον τῆς Ἐκκλησίας.
Χαῖρε, ὁ ζηλῶν τὰ ὀρθὰ καὶ τὰ κρείττονα· χαῖρε, ὁ ποιῶν τοῦ Θεοῦ τὰ προστάγματα.
Χαῖρε, ἄστρον ἡλιόφωτον διαλάμπον τηλαυγῶς· χαῖρε, δένδρον θείας πίστεως τρέφον ἅπαντας καλῶς.
Χαῖρε, ὀρθοφρονούντων μονοτρόπων τὸ κλέος· χαῖρε, κακουχουμένων δι’ εὐσέβειαν κῦδος.
Χαῖρε, πηγῆς χαρίτων τὸ ἄντλημα· χαῖρε, τῆς γῆς Νειλῴας τὸ καύχημα.
Χαῖρε, χαρὰ Ἀντωνίου τοῦ θείου· χαῖρε, ἀρὰ καὶ φθορὰ τοῦ Ἀρείου.
Χαίροις, πάτερ Ἀθανάσιε.
Ὕ |
μνον ἀξιοχρέως, σὺν κλεινῷ Γρηγορίῳ, τῷ θείῳ Θεολόγῳ ἀκρότης, σοὶ ὑφαίνομεν ἱεραρχῶν, καὶ σεπτῶν πατέρων τιμαφλὲς ἔκτυπον, βοῶντες Ἀθανάσιε, Χριστῷ τῷ μεγαλύναντί σε·
Ἀλληλούϊα.
Φ |
ρυκτωρεῖς πᾶσαν κτίσιν, εἰς αἰῶνας αἰώνων, φρυκτοῖς σῆς θείας ὁμολογίας, Ἀθανάσιε καὶ ἀσινεῖς, ἐκ τῶν κακοδόξων καὶ ἐχθρῶν πίστεως, φυλάττεις τοὺς τιμῶντάς σε, καὶ ὕμνοις μυστικοῖς βοῶντες·
Χαῖρε, ἡ τρῶσις αἱρετιζόντων· χαῖρε, ἡ φαῦσις τῶν αἰωνίων.
Χαῖρε, Ἐκκλησίας τὸ ἥδιστον κύμινον· χαῖρε, ποιμασίας ἡδύπνευστον λείριον.
Χαῖρε, ἔμπνουν στηλογράφημα τῶν ὀρθῶν δοξασιῶν· χαῖρε, θεῖον σεμνολόγημα τῶν Χριστοῦ ἀληθειῶν.
Χαῖρε, ὁ ὑποφήτης τῆς ἐνθέου σοφίας· χαῖρε, ὁ στυλοβάτης χριστωνύμου χορείας.
Χαῖρε, ἀκτὶς τῆς αἴγλης τοῦ Πνεύματος· χαῖρε, βαλβὶς ἀγάπης τῆς κρείττονος.
Χαῖρε, ποιμὴν τῶν ἐλλόγων προβάτων· χαῖρε, λιμὴν ποντουμένων ἐν βίῳ.
Χαίροις, πάτερ Ἀθανάσιε.
Χ |
αῖρε νῦν γεγηθυῖαι, γηγενῶν αἱ χορεῖαι, βοῶσαί σοι καὶ ἄγουσαι μνήμην, τὴν σεπτήν σου ἀγῶνας στεῤῥεοὺς, τοὺς σοὺς θείους πάτερ εὐλαβῶς μέλπομεν, τρισμάκαρ Ἀθανάσιε, αἰνοῦσαι τὸν Σωτῆρα κόσμου.
Ἀλληλούϊα.
Ψ |
άλλειν παναρμονίως, τῇ ἁγίᾳ Τριάδι, ᾠδὴν ἠξιωμένος αἰσίαν, Ἀθανάσιε Ἧς προμαχῶν, ἐξορίας πόνους ζοφεροὺς ἤνεγκας, ἡμῶν δέξαι τὰ ψάλματα, καὶ σῶσον τοὺς ἀεὶ βοῶντας·
Χαῖρε, ἐκπύρσευμα θείου φέγγους· χαῖρε, ἀπαύγασμα θείου θάῤῥους.
Χαῖρε, κυβερνῆτα ψυχῶν ἀσφαλέστατε· χαῖρε, καταλῦτα Ἀρείου δριμύτατε.
Χαῖρε, δένδρον εὐθαλέστατον τῶν τοῦ Πνεύματος καρπῶν· χαῖρε, βάθρον ἀδιάσειστον οὐρανίων ἀρετῶν.
Χαῖρε, ὅτι ὑπάρχεις τῶν πιστῶν κατευθύντωρ· χαῖρε, ὅτι τυγχάνεις θεοφώτιστος ῥήτωρ.
Χαῖρε, φωστὴρ πατέρων ἀείφωτε· χαῖρε, κρατὴρ χαρίτων ἀείῥῤυτε.
Χαῖρε, Χριστοῦ τοῦ Σωτήρος θεάμων· χαῖρε, Αὐτοῦ Ἐκκλησίας θεράπων.
Χαίροις, πάτερ Ἀθανάσιε.
Ὦ |
χειμάῤῥους δογμάτων, τῶν ὀρθῶν ὁ ἐκτρέπων, ἀφρόνων δυσσεβῶν σοφιστείας, Ἀθανάσιε πλῦνον ἡμῶν, σαῖς εὐχαῖς τὸν ῥύπον τῆς ψυχῆς ἅγιε, τῶν πίστει εὐφημούντων σε, καὶ ὕμνοις μελιχροῖς βοώντων·
Ἀλληλούϊα.
Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὀ |
ρθοδοξίας τὸν διδάσκαλον καὶ πρόμαχον, τὸν ἀμαυρώσαντα Ἀρείου τὰ σοφίσματα, ὥσπερ σάλπιγγα θεόφθογγον ἀληθείας, καὶ τῆς πίστεως ὀχύρωμα τιμήσωμεν, ἀκλινές, Ἀλεξανδρείας ἀρχιποίμενα, ἀνακράζοντες· Χαίροις, πάτερ Ἀθανάσιε.
Δίστιχον
Ἀθανασίας ἐπώνυμον τὸν θεῖον
Χαραλάμπης ᾔνεσε χαριστηρίως.
* Ἡ παροῦσα ἑορτάσιμος Ἀκολουθία τῶν μεγάλων τούτων Ἱεραρχῶν ἀνεπληρώθη τὰ ἐλλείποντα, ἐκ τῆς νεοτυπώτου φυλλάδος, ὑπὸ τοῦ Μακαριωτάτου Ἱεροσολύμων, Ἀθανασίου τοῦ Γ΄. Τὰ δὲ χειρόγραφα, ὡς καὶ τὰ τετυπωμένα Μηναῖα, οὐδὲν ἕτερον ἔχουσι, πλὴν τῶν ἐν τῷ Ἑσπερινῷ δύο Δοξαστικῶν, καὶ ἑνὸς τρίτου ἐν τοῖς Ἀποστίχοις τῶν Αἴνων. Τὸ δὲ εἰς μεμβρᾶναν χειρόγραφον οὐδὲ Κανόνα ἔχει τοῦ Ἁγίου Κυρίλλου.
σας ευχαριστώ